Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Heiligenkalender
11 Ιουλ 2026
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου. Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται. Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται.




