Χρησιμοποιοποιώντας τὴν Ἰστοσελίδα τῆς Μητροπόλεως ἀποδέχεσθε σιωπηρῶς τοὺς ὅρους διαχείρισης προσωπικῶν δεδομένων.

Ἔντυπο Συνδρομῆς πρὸς τὴ Μητρόπολη Αὐστρίας

Μόνο μὲ τὴ βοήθεια τῶν ἀνθρώπων καλῆς προθέσεως μπορεῖ ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας νὰ πραγματοποιήσει τὸ θεάρεστο ἔργο της,γιὰ τὴν ποιμαντική, κοινωνικὴ καὶ φιλανθρωπικὴ μέριμνα στὴν Αὐστρία καὶ τὴν Οὑγγαρία. Ὕστερα ἀπὸ παράκληση τῶν πιστῶν, ἡ Μητρόπολη Αὐστρίας δίδει σὲ κάθε ἐνδιαφερόμενο τὴν εὐκαιρία νὰ ἐνισχύσει τὴ δράση της καὶ νὰ γίνει χορηγὸς καὶ εὐεργέτης τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας. Ἡ συνδρομὴ αὐτὴ θὰ ἔχει μηνιαῖο χαρακτῆρα. Ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας εὐχαριστεῖ θερμὰ ὅσους συμβάλλουν στὴν ἐνίσχυση τοῦ ἔργου της καὶ εὔχεται πλουσία τὴ χάρη τοῦ Τριαδικοῦ Θεοῦ!
Ἔντυπο Συνδρομῆς

  • Εὐαγγέλια

Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

 

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντος Αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι Αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ Αὐτοῦ.

 Λκ. 13,10-172

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904