Χρησιμοποιοποιώντας τὴν Ἰστοσελίδα τῆς Μητροπόλεως ἀποδέχεσθε σιωπηρῶς τοὺς ὅρους διαχείρισης προσωπικῶν δεδομένων.

Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Ἰώβ.

Mai-06
Κατηγορία
Heiligenkalender
Date

6 Μάι 2026

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται. Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται. Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ Δευτέρῳ.