Ἀκολουθία τοῦ ὄρθρου

Ἀκολουθία τοῦ ὄρθρου. 

Α. Ὄρθρος τῶν Κυριακῶν

ΕΝΑΡΞΙΣ- ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ

Ὁ ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

Ὁ ἀναγνώστης: Ἀμήν[1].  

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ιθ´(19)

    Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ. 

    Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου. 

    Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. 

    Δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 

    Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. [2]

    

    Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου·

νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ.

    Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 

   

 Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 

    

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 

    Κύριε, σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ἧ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. 

Ψαλμὸς κ´(20)

    Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 

    Τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. 

    Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 

    Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 

    Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτόν, 

    ῞Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 

    

    Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. 

    Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 

    Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου.

    Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. 

    Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

    Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι. 

    Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 

    ῾Υψώθητι, κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Ἀμήν.

Καὶ λέγει τὸ τρισάγιον.

    Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
    Δόξα... Καὶ νῦν...
    Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
    Κύριε, ἐλέησον, (ἐκ γ')
    Δόξα... Καὶ νῦν...
    Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ ἱερεύς∙Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία...

 Ὁ ἀναγώστης∙ Ἀμήν. Καὶ τὰ τροπάρια ταῦτα.

    Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν

κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.

Δόξα Πατρὶ…

    Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει Σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν Σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν… Θεοτοκίον. 

    Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε. 

Ὁ ἱερεύς∙ Ἐλέησον ἡμᾶς, ὁ Θεός…

Ὁ ἀναγνώστης· Κύριε ἐλέησον γ´.

Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…

Ὁ ἀναγνώστης· Κύριε ἐλέησον γ´.

Ὁ ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου…

Ὁ ἀναγνώστης· Κύριε ἐλέησον γ´.

Ὁ ἱερεύς· ῞Ότι ἐλεήμων καὶ φιλάνθρωπος…

Ὁ ἀναγνώστης· Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. 

Ὁ ἱερεύς· Δόξα τῆ ἁγίᾳ καὶ ὁμοουσίω…

Ὁ ἀναγνώστης· Ἀμήν. 

Ο ΕΞΑΨΑΛΜΟΣ

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Τρις. 

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Δὶς. 

Ψαλμός γ' (3)

    Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ.

    Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 

    Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 

    Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 

    Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 

    Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.                                                

    Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

    Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Καὶ πάλιν.

    Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

Ψαλμός λζ' (37)

    Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 

    Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· 

    Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 

    Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.       

    Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

    Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 

    Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

    Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 

    Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. 

    Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. 

    Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.

    Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 

    

    Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

    Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 

    Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. 

    Ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. 

   

 Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. 

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 

    Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.

    Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. 

   

    Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.

    Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Καὶ πάλιν.

    Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.

    Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Ψαλμός ξβ' (62)

    Ὁ Θεός ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

    Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. 

    Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. 

    Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. 

    Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. 

    Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.       

    Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.

    ῝Οτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. 

    Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. 

    Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται. 

    Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Καὶ πάλιν.

    Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.

    Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

    Δόξα, καὶ νῦν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα Σοι, ὁ Θεός. Ἐκ γ´. Κύριε ἐλέησον γ´. Δόξα, καὶ νῦν.

Ψαλμός πζ' (87)

    Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

   

 Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 

    Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε.

    Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,

    Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 

    Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 

    Ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.    

    Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς.

    Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.

    Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

    Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 

    

    Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 

    Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 

   

    Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 

    Ἱνα τί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 

    Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 

    

    Ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.

    Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 

    Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Καὶ πάλιν.

    Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

    Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ψαλμός ρβ' (102)

    Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

    Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

    Τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.

    Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

    Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. 

    Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. 

    Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. 

    Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

    Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

    

    Ὃτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. 

    Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. 

    Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. 

    

    Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

    Ὃτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. 

   

    Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

    

    Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. 

    Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.     

    Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

    Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.

    Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν.

    Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Ψαλμός ρμβ' (142)

    Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

    Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 

    Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

    Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 

    Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 

    Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 

    Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

    Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.   

  

    Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

    Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

    Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

    Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἒνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.    

    Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

    Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

Καὶ πάλιν.

    Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου. Δις.

    Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Δόξα, καὶ νῦν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια, δόξα Σοι, ὁ Θεός. Ἐκ γ´μετὰ μετανοιῶν γ´.
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

TA EIPHNIKA

Μετὰ τὸν ἑξάψαλμον ὁ ἱερεὺς λέγει τὰ Εἰρηνικά, ὁ δὲ χορὸς τὸ Κύριε, ἐλέησον εἰς ἑκάστην δέησιν μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον…

Ὁ ἱερεύς· Τῆς Παναγίας, ἀχράντου...

Ὁ χορός· Σοί, Κύριε.

Ὁ ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα...

Ὁ χορός· Ἀμήν.

ΤΟ «ΘΕΟΣ ΚΥΡΙΟΣ» – ΤΑ ΑΠΟΛΥΤΙΚΙΑ

Οἱ χοροὶ ψάλλουν τὸ Θεὸς Κύριος εἰς τὸν ἦχον τοῦ ἀναστασίμου ἀπολυτικίου ὡς ἑξῆς:

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ΄ 27,26) Στίχ. α’.  Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ΄ 1)[3]

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. β’.  Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ΄ 10) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ΄ 23) Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Καὶ τὰ ἀπολυτίκια ὡς ἐν τῷ Ἑσπερινῷ (σελ. 41 κ.ε.). Ἐὰν ὅμως ὁ τυχὼν ἅγιος δὲν ἔχῃ δοξαστικόν, ἐπαναλαμβάνεται εἰς τὸ Δόξα τὸ ἀναστάσιμον ἀπολυτίκιον, εἰς δὲ τὸ Καὶ νῦν λέγεται τὸ ὁμόηχον θεοτοκίον.

ΨΑΛΤΗΡΙΟΝ – ΚΑΘΙΣΜΑΤΑ – ΕΥΛΟΓΗΤΑΡΙΑ Μετὰ τὰ ἀπολυτίκια κατὰ τὴν ἀρχαίαν τάξιν ἀναγινώσκονται τὰ ὡρισμένα καθίσματα τοῦ Ψαλτηρίου, ἤτοι τὰ β’, γ’ καὶ ιζ’ (ὁ Ἄμωμος). Ἡ ἀκριβὴς τάξις τῆς στιχολογίας τοῦ Ψαλτηρίου ἔχει ὡς ἑξῆς:

Ὁ ἀναγνώστης· Κύριε, ἐλέησον γ’. Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὴν α’ στάσιν τοῦ καθίσματος. Εἰς τὸ τέλος αὐτῆς λέγει·

Δόξα, καὶ νῦν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια· δόξα σοι, ὁ Θεός. Ἐκ γ’. Κύριε, ἐλέησον γ’. Δόξα, καὶ νῦν.

Καὶ ἀναγινώσκει τὴν β΄ στάσιν, μεθ᾿ ἣν λέγει τὰ αὐτὰ καὶ

ἀναγινώσκει τὴν γ’ στάσιν. Μετὰ δὲ τὴν γ’ λέγει· Δόξα, καὶ νῦν. Ἀλληλούια, ἀλληλούια, ἀλληλούια· δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ὁ ἱερεὺς τὴν μικρὰν συναπτὴν καὶ τὴν ἐκφώνησιν. Ὅτι σὸν τὸ κράτος...

Οἱ χοροὶ ψάλλουν τὰ καθίσματα τῆς α’ στιχολογίας. Ὁ ἀναγνώστης ἀναγινώσκει κατὰ τὴν αὐτὴν τάξιν τὸ ἕτερον κάθισμα. Ὁ ἱερεὺς τὴν μικρὰν συναπτὴν καὶ τὴν ἐκφώνησιν· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... 

Οἱ χοροὶ τὰ καθίσματα τῆς β΄ στιχολογίας.

Ὁ ἀναγνώστης τὸν Ἄμωμον κατὰ τὴν αὐτὴν ὡς ἄνω τάξιν· μετὰ δὲ τὴν γ΄ στάσιν αὐτοῦ εὐθὺς ψάλλονται τὰ ἀναστάσι- μα εὐλογητάρια].

Ἐν ταῖς ἐνορίαις, παραλειπομένου τοῦ Ψαλτηρίου, εὐθὺς μετὰ τὰ ἀπολυτίκια ὁ ἱερεὺς λέγει τὴν μικρὰν συναπτὴν καὶ τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος...

Οἱ χοροὶ ψάλλουν τὰ ἀναστάσιμα καθίσματα κατὰ σειρὰνκαὶ μετ᾿ αὐτὰ εὐθὺς τὰ

Ἀναστάσιμα εὐλογητάρια.

Ἦχος πλ. α’.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τῶν ἀγγέλων ὁ δῆμος* κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Τί τα μύρα συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά 

σου. 

Λίαν πρωΐ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά  σου θρηνολογοῦσαι· ἀλλ᾽ ἐπέστη* πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο, ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ

οὐσίᾳ, * σὺν τοῖς Σεραφίμ κράζοντες τὸ Ἅγιος, ἅγιος, ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν 

Ἀδὰμ ἁμαρτίας·* χαρμονὴν δὲ τῇ Εύα * ἀντὶ λύπης   παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούια, ἀλληλούια, ἀλληλούια· δόξα σοι ὁ Θεός. Ἐκ γ´.

ΥΠΑΚΟΗ - ΑΝΑΒΑΘΜΟΙ – ΠΡΟΚΕΙΜΕΝΟΝ

Μετὰ τὰ εὐλογητάρια ὁ ἱερεὺς λέγει τὴν μικρὰν συναπτὴν καὶ τὴν ἐκφώνησιν Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... 

Ὁ ἀναγνώστης· Ἀμήν. 

Καὶ ἀναγινώσκει τὴν ὑπακοὴν τοῦ ἤχου.

Οἱ χοροὶ ψάλλουν τοὺς ἀναβαθμοὺς καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΤΟ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ[4]

Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ο χορός· Κύριε, ἐλέησον.

Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν...

Ὁ α´χορός· Ἀμήν.

Καὶ ψάλλεται τὸ σταθερὸν προκείμενον ὡς ἑξῆς:

Ὁ α΄χορός· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Ψαλμ. Ρν´ 6).

Ὁ β´ χορὸς τὸ αὐτό.

Ὁ α´ χορὸς τὸν στίχον· Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. (Ψαλμ. Ρν´ 1)

Αἰνεσάτω πνοή

Ὁ β΄ χορός· Πᾶσα τὸν Κύριον.

Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι...

Ὁ χορός· Κύριε, ἐλέησον γ΄.

Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν...

Ὁ ἱερεύς· Εἰρήνη πᾶσι... 

Ὁ χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ (...) ἁγίου Εὐαγγελίου...

Ὁ διάκονος· Πρόσχωμεν.

Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι. 

Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.

Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι. 

Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης·

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν* τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. * 

Ο Ν΄ ΨΑΛΜΟΣ

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν' ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύ- φια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν

μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ

ἐπιστρέψουσι. 

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας

μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ

ὁλοκαυτώματα. 

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ

ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός. 

Μετὰ δὲ τὸν ψαλμὸν ψάλλει ὁ α' χορός·

Ἦχος β΄.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Ταῖς τῶν ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξά- λειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.

Ὁ β' χορός·

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλει-ψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων.

Ὁ α΄ χορὸς τὸν στίχον·

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνό- μημά μου.

Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεἶπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος.

Κατὰ τὰς Κυριακὰς τοῦ Τριῳδίου ἀντὶ τῶν ἀνωτέρω ψάλλονται τὰ κάτωθι.

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα·* ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγιόν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐσπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε·* αἰ σχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁμαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας.

Στίχ. Ἐλέησόν με ὁ Θεός...

Ἦχος πλ. β΄.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐννοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαβὶδ βοῶ σοι· * Ἐλέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. 

Μετὰ δὲ τὰ τροπάρια ὁ διάκονος· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Οἱ χοροὶ τό· Κύριε, ἐλέησον ιβ΄ (τετράκις ἀνὰ γ΄).

 Ὁ ἱερεύς· Ἐλέει καὶ οἰκτιρμοῖς...

Ὁ χορός· Ἀμήν.

Καὶ ψάλλονται

ΟΙ ΚΑΝΟΝΕΣ

Κατὰ τὰς συνήθεις Κυριακὰς ψάλλονται ὁ ἀναστάσιμος κανὼν τοῦ ἤχου καὶ ὁ τοῦ ἁγίου τῆς ἡμέρας.

Κατὰ τὰς ἐν Κυριακῇ θεομητορικὰς ἑορτὰς ὁ ἀναστάσιμος καὶ οἱ τῆς ἑορτῆς· ὁμοίως καὶ κατὰ τὰς ἐν Κυριακῇ ἀποδόσεις δεσποτικῶν ἢ θεομητορικῶν ἑορτῶν.

Κατὰ τὰς προεορτίους καὶ μεθεόρτους Κυριακὰς ὁ ἀναστάσιμος, ὁ προεόρτιος ἢ ὁ τῆς ἑορτῆς (καὶ ὁ τοῦ ἁγίου)[5].

Κατὰ τὰς Κυριακὰς τοῦ Τριῳδίου ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου.

Κατὰ τὰς Κυριακὰς τῆς πασχαλίου περιόδου ὁ τοῦ Πάσχα καὶ ὁ τῆς Θεοτόκου.

Ψάλλονται δὲ οἱ μὲν εἱρμοὶ ἄνευ τινὸς στίχου, τὰ δὲ τροπάρια μετὰ τῶν ἑξῆς στίχων:

Τὰ ἀναστάσιμα· Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὰ τῶν ἁγίων· Ἅγιε (ἢ Ἁγία ἢ Ἅγιοι) τοῦ Θεοῦ, πρέσβευε (ἢ πρεσβεύσατε) ὑπὲρ ἡμῶν.

Τὰ θεοτοκία· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ κατανυκτικὰ τοῦ Τριῳδίου καὶ τὰ προεόρτια καὶ μεθέορτα τῶν δεσποτικῶν ἑορτῶν· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Τῶν δύο τελευταίων τροπαρίων ἑκάστης ᾠδῆς προτάσσεται τὸ Δόξα καὶ τὸ Καὶ νῦν.

Εἰς δὲ τὴν η΄ ὠδὴν ἀντὶ τοῦ Δόξα λέγεται ὁ στίχος· Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα τὸν Κύριον.

Μετὰ τὴν γ΄ ᾠδὴν ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

Οἱ χοροὶ ψάλλουν τὰ μεσῴδια καθίσματα.

 Μετὰ τὴν σ´ ᾠδὴν πάλιν ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης...

Ὁ ἀναγνώστης· Ἀμήν. Καὶ ἀναγινώσκει τὸ ἀναστάσιμον κοντάκιον καὶ τὸν οἶκον καὶ τὸ συναξάριον τοῦ Μηναίου, κατὰ δὲ τὰς Κυριακὰς τοῦ Τριῳδίου καὶ τοῦ Πεντηκοσταρίου καὶ τὸ ὑπόμνημα τῆς Κυριακῆς.

Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν κανόνων οἱ χοροὶ ψάλλουν τὰς καταβασίας τῆς περιόδου μέχρι τῆς η ᾠδῆς[6].

Τῆς καταβασίας τῆς η´ ᾠδῆς προτάσσεται ὁ στίχος· Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Η ΩΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Μετὰ τὰς καταβασίας ὁ διάκονος· Τὴν Θεοτόκον καὶ

μητέρα τοῦ φωτός... 

Καὶ στιχολογεῖται ὡς ἀκολούθως ἡ ᾠδὴ τῆς Θεοτόκου (Λουκ. α΄ 46-55) [κανονικῶς μὲν εἰς τὸν ἦχον τοῦ α΄ κανόνος, ἐὰν πρόκηται νὰ ψαλοῦν τὰ τροπάρια τῆς θ΄ ᾠδῆς, συνήθως δὲ] εἰς τὸν ἦχον τῶν καταβασιῶν.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ασυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεόν * Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. *

Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ...

Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 

Καὶ ψάλλεται [ἡ θ᾽ ᾠδὴ τῶν κανόνων καὶ] ἡ καταβασία τῆς θ΄ ᾠδῆς.

Εἶτα ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὀ ἱερεὺς τὴν ἐκφώνησιν· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ὁ χορός· Ἀμήν.

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Οἱ χοροὶ ψάλλουν ἐναλλὰξ εἰς ἦχον β´.

Ὁ α΄χορός· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ὁ β᾽ χορός· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ὁ α΄ χορός· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. * Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν * καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, *

Ὁ β' χορός· Ὅτι ἅγιός ἐστιν.

Καὶ ψάλλεται τὸ ἀναστάσιμον ἐξαποστειλάριον καὶ τὸ θεοτοκίον αὐτοῦ. Ἐὰν δὲ ἔχῃ καὶ τὸ Μηναῖον ἐξαποστειλάριον, μετὰ τὸ ἀναστάσιμον, καταλιμπανομένου τοῦ θεοτοκίοὐ αὐτοῦ, ψάλλεται τὸ τοῦ Μηναίου καὶ τὸ θεοτοκίον αὐτοῦ.

OI AINOI

Μετὰ τὰ ἐξαποστειλάρια ψάλλονται οἱ αἶνοι εἰς τὸν ἦχον τῆς Κυριακῆς καὶ τὰ ἀναστάσιμα στιχηρά.

Ψαλμὸς ρμη΄ (148).

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ[7].

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ

τὸ ὑπεράνω τῶν οὐρανῶν. 

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ

ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ

αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. 

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. 

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ

πᾶσαι κέδροι. 

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. 

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ

ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ,

λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς ρμθ´ (149).

Ἂσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ” ἐκκλησίᾳ ὁσίων. 

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ

υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. 

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ

καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, 

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν

τοῖς λαοῖς, 

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Ἀπὸ τοῦ ἑπομένου στίχου ἐπισυνάπτονται τὰ στιχηρά.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς ργ´ (150).

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Προστίθενται δὲ καὶ οἱ ἑξῆς δύο στίχοι.

Στίχ. α´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (Ψαλμ. θ´ 33)

Στίχ. β´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. (Ψαλμ. θ´ 1)

Ἐὰν ὅμως ἐν Κυριακῇ συμπίπτῃ θεομητορικὴ ἑορτὴ ἢ προεόρτια ἢ μεθέορτα ἢ ἀπόδοσις ἑορτῆς, ψάλλονται ἀναστάσιμα στιχηρὰ δ´,  καὶ τῆς ἑορτῆς δ´,  εἰς δὲ τὰ δύο τελευταῖα ἀντὶ τῶν ἀνωτέρω στίχων λέγονται οἱ τῆς ἑορτῆς. 

Ὁμοίως ἐὰν συμπίπτῃ μνήμη ἁγίου ἔχοντος στιχηρὰ αἴνων, ψάλλονται ταῦτα ἀντὶ τῶν ἀνατολικῶν, εἰς δὲ τὰ δύο τελευταῖα λέγονται οἱ ἐν τοῖς ἀποστίχοις τοῦ Ἑσπερινοῦ στίχοι, ἐλλείψει δὲ τοιούτων οἱ κάτωθι.

Εἰς ἑορτὰς ἀσωμάτων.

Στίχ. α´. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. (Ψαλμ. ργ´ 4)

Στίχ. β΄. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. (Ψαλμ. ργ' 1)

Εἰς μνήμας ἀποστόλων.

Στιχ. α´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ (ἢ αὐτῶν), καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ (ἢ αὐτῶν). (Ψαλμ. ιη´ 5)

Στίχ. β´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. (Ψαλμ. ιη´2)

Εἰς μνήμας ἱεραρχῶν.

Στίχ. α´. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. (Ψαλμ. μη´ 4) 

Στίχ. β´. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύ- νην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. (Ψαλμ. ρλα´9)

Ἄλλος.

Στόμα δικαίου μελετήσει σοφίαν, καί ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. (Ψαλμ. λς´ 30)

Εἰς μνήμας μαρτύρων.

Στίχ. α´. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

(Ψαλμ. ξζ´ 36)

Στίχ. β´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστω- σεν ὁ Κύριος. (Ψαλμ. ιε´ 3) ὁ

Εἰς μνήμας μεγαλομαρτύρων.

Στίχ. α´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (Ψαλμ. 2α΄ 13) 

Στίχ. β´. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. (Ψαλμ. τα΄14)

Εἰς μνήμας ὁσίων ἀνδρῶν.

Στίχ. α´. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. (Ψαλμ. ρια´ 1)

Στίχ. β´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου

αὐτοῦ. (Ψαλμ. ριε´6)

Εἰς μνήμας ὁσίων ἢ μαρτύρων γυναικῶν.

Στίχ. α´. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. (Ψαλμ. λθ´ 1-2) 

Στίχ. β΄. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. (Ψαλμ. λθ´ 3)

Ὁ α´ χορός Δόξα, τὸ ἐνδιάτακτον ἑωθινόν. Κατὰ δὲ τὰς Κυριακὰς τοῦ Τριωδίου και τοῦ Πεντηκοσταρίου το δοξαστικὸν της Κυριακῆς. Κατὰ τὰς ἐν Κυριακῇ θεομητορικὰς ἑορτὰς ἢ ἀποδόσεις δεσποτικῶν ἢ θεομητορικῶν ἑορτῶν τὸ δοξαστικόν τῆς ἑορτῆς· ὁμοίως καὶ εἰς μνήμας Επιστήμων τινῶν ἁγίων.

Ὁ β' χορός· Καὶ νῦν, τὸ παρὸν θεοτοκίον.

Ἦχος β'.

Ὑερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμα- λώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Δ Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, *  ἐν ἀνθρώποις εὐδοκία. 

Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκρά- τορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅ- γιον Πνεῦμα.

Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

 Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

 Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώματά σου. Ἐκ γ΄. 

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν

 ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 

Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. Ἐκ γ΄.

*

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς,

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος· *

ἐλέησον ἡμᾶς.*

Ὁ β΄ χορὸς ἀναστάσιμον τροπάριον.

Εἰς μὲν τοὺς ἤχους α΄, β΄, γ΄ καὶ δ᾽ τὸ παρόν.

Ἦχος δ´.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν· * ἄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν *  καὶ τὸ μέγα ἔλεος.

Εἰς δὲ τοὺς ἤχους πλ. α´, πλ. β´, βαρὺν καὶ πλ. δ´ τὸ παρόν.

Ἦχος β´.

Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ρυσάμενος· * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾽ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.

Ἐν ταῖς ἐνορίαις ψαλλομένης τῆς δοξολογίας λέγονται χαμηλοφώνως ὑπὸ τοῦ διακόνου καὶ τοῦ ἱερέως ἡ Ἐκτενής, τὰ Πληρωτικά, ἡ εὐχὴ τῆς κεφαλοκλισίας καὶ ἡ ἀπόλυσις τοῦ Ὄρθρου, μετὰ δὲ τὰ ἀναστάσιμων τροπάριον ἄρχεται εὐθὺς ή Θεία Λειτουγηρία

Ἐν ταῖς ἱ. μοναῖς οἱ δεήσεις λέγονται ἐκφώνως μετά την δοξολογίαν καὶ τὸ τροπάριον μετὰ δὲ τὸ Στερεώσαι Κύριος ὁ Θεός... ἀναγινώσκεται ἡ Α´ Ὥρα και γίνεται ἀπόλυσις. Ἡ δέ Θεία Λειτουργία τελεῖται μετὰ τὴν Τριθέκτην Ὥραν].

 

[1] Τὸ Δεῦτε προσκυνήσωμεν καὶ οἱ ψαλμοὶ ἐν ταῖς ἱ. Μοναῖς λέγονται καθ᾽ ὃλον τὸ ἔτος· ἐν ταῖς ἐνορίαις ὃμως λέγονται μόνον κατὰ τὴν Μ. Ἐβδομάδα, κατὰ δὲ τὰς λοιπὰς ἡμέρας τοῦ ἔτους εὐθὺς μετὰ τὸ Εὐλογητὸς ὁ Θεὸς ὁ ἀναγνώστης λέγει τὸ τρισάγιον καὶ τὰ τροπὰρια Σῶσον, Κύριε, τὸν λαόν σου κτλ..  

[2]

[3] Ἐσφαλμένως ἀναγράφεται εἰς τὰ μέχρι τοῦδε Ὡρολόγια καὶ Ἐγκόλπια ἀντὶ τοῦ στίχου τούτου (Ψαλμ. ριζ' 1) ὁ στίχος Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ (Ψαλμ. οδ΄ 1).

[4] Τὰ τοῦ ἑωθινοῦ Εὐαγγελίου καὶ τοῦ ν' ψαλμοῦ ὁρίσαμεν εἰς τὴν ἀρχαίαν ὀρθὴν θέσιν αὐτῶν. Ἐν ταῖς ἐνορίαις ὁλόκληρον τὸ τμῆμα τοῦ Ὄρθρου ἀπό τῆς ἐκφωνήσεως. Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν... μέχρι τῆς Ἐλέει καὶ οἰκτιρμοῖς... μετατίθεται καὶ παρεμβάλλεται μεταξὺ τῶν καταβασιῶν καὶ τῆς ᾠδῆς τῆς Θεοτόκου. Ἡ μετάθεσις ὅμως αὕτη ἐπιφέρει διαταραχὴν εἰς τὴν δομὴν τῆς ἀκολουθίας τοῦ Ὄρθρου καὶ μεταβάλλει τὸν ν' ψαλμὸν ἀπὸ προοιμίου τῶν κανόνων εἰς παρεπόμενον τοῦ Εὐαγγελίου. Ἤδη ὅμως ἡ Δ.Ι.Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐν τῇ συνεδρίᾳ αὐτῆς τῆς 11ης Δεκεμβρίου 2003 ἀπεφάσισε τὴν ἐπαναφορὰν τοῦ ἑωθινοῦ Εὐαγγελίου εἰς τὴν κανονικὴν αὐτοῦ θέσιν.

[5] Τὸ ΤΜΕ εἰς τὰς περιπτώσεις ταύτας ὁρίζει μόνον τὸν ἀναστάσιμον κανόνα καὶ τὸν προεόρτιον ἢ τὸν τῆς ἑορτῆς. Κατὰ τὴν ἀρχαίαν ὅμως τάξιν ψάλλεται καὶ ὁ κανὼν τοῦ ἁγίου τῆς ἡμέρας (βλ. καὶ σημ. 5, σελ. 28).

[6] . Αἱ καταβασίαι κανονικῶς ψάλλονται εἰς τὸ τέλος ἑκάστης ᾠδῆς· ἐν ταῖς ἐνορίαις ὅμως τοῦτο τηρεῖται μόνον κατὰ τὴν Μ. Ἑβδομάδα καὶ τὴν Διακαινήσιμον, ὅτε ψάλλονται ὅλαι αἱ ᾠδαί. Κατὰ τὸ λοιπὸν διάστημα τοῦ ἔτους ψάλλονται συνήθως αἱ ᾠδαὶ α´ καὶ γ´· μετὰ δὲ τὴν συναπτὴν καὶ τὰ μεσῴδια καθίσματα λέγεται εὐθὺς ἡ ἑτέρα συναπτή, ἀναγινώσκονται τὸ κοντάκιον, ὁ οἶκος καὶ τὸ συναξάριον, καὶ εὐθὺς ψάλλονται αἱ κα- ταβασίαι μέχρι τῆς η ᾠδῆς.

[7] Ἐν ταῖς ἐνορίαις καταλιμπάνονται συνήθως, οὐχὶ ὀρθῶς, οἱ ἐνδιάμέσοι στίχοι καὶ μεταβαίνει ὁ α΄ χορὸς εἰς τὸν στίχον Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον..., ἀπὸ τοῦ ὁποίου ἄρχονται τὰ στιχηρά.

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Previous MonthNext Month
Ἀπρίλιος 2025
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ
13
Ημερομηνία : 13/4/2025
19
Ημερομηνία : 19/4/2025
20
Ημερομηνία : 20/4/2025

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save