8η Ἰουνίου 2025: Κυριακὴ τῆς Πεντηκοστῆς
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ̣ἐφώτισε.
Ἡ τοῦ Πνεύματος πηγή ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι᾽ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε.
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, ἐῤῥητόρευσε τὸν θεογράφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, ὁρᾷ τὸν Ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ᾨδὴ γʹ.
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, * Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, * Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι * Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, * Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
Ὠιδὴ δ´
Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές Σου Πνεῦμα τοῖς Ἀποστόλοις, νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾄ’δουσι, Δόξα τῷ κράτει Σου, Κύριε.
Ὠιδὴ ε´
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, πυρίπνοον δέξασθε Πνεύματος δρόσον, ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας, νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
ᾨδὴ Ϛʹ
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, * Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, * Ἵνʼ ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, * Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, * Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ᾨδὴ ζ´
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας· Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾷν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
Ὠιδὴ η´
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, ἡ δημιουργηθεῖσα
σύμπασα κτίσις.
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι᾽ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς Σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ Ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι᾽ Αὐτοῦ ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν Ἁγίαν.
Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.
Τὸ Πνεῦμα τὸ Ἅγιον ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὕτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾽ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι᾽ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.
ΕΙΣΟΔΙΚΟΝ
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ