Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ.
Κυρ | Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ | |
---|---|---|---|---|---|---|---|
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ