16η Νοεμβρίου 2025: Μνήμη τοῦ Ἁγίου Εὐαγγελιστοῦ Ματθαίου
Τοῦ Τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Κύριε, παρίστατο τῷ τάφῳ Σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν Σε νομίζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα Σοι.
Ὁ τὴν εὐλογημένην καλέσας Σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα Σοι.
Ἡ ζωὴ ἐν τῷ Tάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον Σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν ἔγερσιν, τὴν ἔνθεον ἀθάνατε Κύριε· κατέβης γὰρ νεκρὸς ἐν τῷ Τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας· ἀνέστης δὲ ἄνευ φθορᾶς, ὡς Δεσπότης τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν Σε ἐν νεκροῖς λογισθέντα· τοῦ θανάτου δὲ Σωτὴρ τὴν ἰσχὺν καθελόντα καὶ σὺν Ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα καὶ ἐξ
ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3)
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τούτων κατʼ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴ μοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Τῇ ζωαρχικῇ, παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν, κευθμώνων ὁ ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμεν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν σου, διʼ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.
Τοῦ τελωνείου τὸν ζυγὸν ἀποῤῥίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.
Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλʼ αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητήν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστόν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.
Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει,
βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶτοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχςετο, ἕως τῆς συντελείας.
Τοῦ τελωνείου τὸν ζυγόν, ἀποῤῥίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀποῤῥήτων.
Ὁ Σταυρός Σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ Σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε Αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως Αὐτοῦ.
Ἡ ταφή Σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις Αὐτοῦ, αἰνεῖτε Αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης Αὐτοῦ.
Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε Αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν· διό Σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ Σου τὴν ἀνάστασιν.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.
Αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Αὐτοῦ.
Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διό σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπʼ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα Σοι.
Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην
σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.
Ὁ καθαρώτατος Ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος Παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς Δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ψαλ 148.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Ψαλ 18.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Αὐτοῦ. Ἀλληλούϊα.
| Κυρ | Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ |
|---|---|---|---|---|---|---|
|
16
| ||||||
|
18
|
19
|
20
|
21
|
22
|
23
| |
|
25
|
26
|
27
|
29
|
30
| ||
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ
Heiligenkalender der Orthodoxen Kirche
Κυριακὴ Μνήμη τοῦ Εὐαγγελιστοῦ Ματθαίου