Μνήμη τοῦ Ἁγίου καἶ ἐδόξοτ Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου

Heiligenkalender
November-30
  30/11/2025

Βιβλικὰ Ἀναγνώσματα

Ἐπὶ τὰς Πηγάς

30ὴ Νοεμβρίου 2025: Μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


ΟΡΘΡΟΣ

Καθίσματα. 

Ἀναστάσιµα. Ἦχος πλ. δ´ 
Α´ Κάθισμα 

Ἀνέστης ἐκ νεκρών, ἡ Ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 Τοῦ Ἀποστόλου.
Ἦχος α΄

 Ὡς θεῖον Μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.

 Θεοτοκίον 

 Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.

Β´ Κάθισμα 

Ἄνθρωποι τὸ μνῆμά Σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς Σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα Σοι.

 Τοῦ Ἀποστόλου.
Ἦχος γ΄

 Πρῶτον εὗρέ Σε, Χριστὸς μολοῦντα μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ προστάγματα Αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ συστήματα. Αὐτὸν ὡς Θεὸν παμμακάριστε ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον 

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Γ´ Κάθισμα 

Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Θεοτοκίον 

 Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

Εὐλογητάρια Ἀναστάσιµα Ἦχος πλ. αʹ.

 Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν Σε ἐν νεκροῖς λογισθέντα· τοῦ θανάτου δὲ Σωτὴρ τὴν ἰσχὺν καθελόντα καὶ σὺν Ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

 Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Δόξα σοι, ὁ Θεός. (3)

Οἱ Ἀναβαθμοί.
Ἀντίφωνον Αʹ.
Ἦχος δʹ.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

 Δόξα· καὶ νῦν.

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

 Ἀντίφωνον Βʹ.

Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου· Κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

 Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων. 

 Δόξα· καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γʹ.

Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. 

 

Καταβασίαι Χριστουγέννων  

 ᾨδὴ α´

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

 ᾨδὴ γ´

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ‘ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

ᾨδὴ δ´

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου νεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ πειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει Σου, Κύριε.

 ᾨδὴ ε΄

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

 ᾨδὴ ϛ΄

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

 ᾨδὴ ζ´

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾽ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας

 ᾨδὴ θʹ

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάρια.
Ἦχος β´

Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ· ἔπειτα καθωράθη τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη ἀνακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα πλήθεσι τῶν σημείων.

Τοῦ Πέτρου, τὸν συναίμονα, τῶν μαθητῶν τὸν πρώτιστον, αὐτόπτην καὶ ὑπηρέτην, γενόμενον τὸν τοῦ Λόγου, Ἀνδρέαν τὸν Ἀπόστολον, ἐνδόξως εὐφημήσωμεν· τὰ ἔθνη γὰρ ἐφώτισε, καὶ σταυρωθεὶς τελειοῦται, ὡς Μαθητὴς τοῦ Δεσποτου.

 Στιχηρά
Ἦχος πλ. δ´

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ‘ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλʼ ὡς βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

 Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

 Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

Ἦχος α´

Βηθσαϊδὰ νῦν ἀγάλλου· ἐν σοὶ γὰρ ἤνθησαν, ἐκ μυστικῆς λιβάδος, εὐωδέστατα κρίνα, Πέτρος καὶ Ἀνδρέας, κόσμῳ παντί, τὸ τῆς πίστεως κήρυγμα, εὐωδιάζοντες χάριτι τοῦ Χριστοῦ, οὗ καὶ τὰ πάθη ἐμιμήσαντο.

 Ἀνδρέα χαῖρε καὶ σκίρτα, ὅτι ἐδέξω σαφῶς, ἐν τῇ τοῦ Λόγου λάμψει, τὸν Ἥλιον τῆς δόξης, Χριστὸν τὸν ζωοδότην, ὃν καὶ κρατῶν, ἐν τῇ πίστει ἐκήρυξας, τοῦτον δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.

Δoξαστικόν
Ἦχος γ´

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν· καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ Αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

 Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. δ´

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα Σοι.

 Ἀπολυτίκιον τοῦ Ναοῦ
Ἦχος πλ. δ´

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι. 

Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος γ΄

Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

Κοντάκιον
Ἦχος γ´

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

 

 

Previous MonthNext Month
Μάρτιος 2026
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ
2
3
4
5
7
9
10
11
12
14
16
17
18
19
21
23
24
25
26
28
30
31

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save