Ι´ Κυριακὴ Λουκᾶ

Heiligenkalender
  7/12/2025

Βιβλικὰ Ἀναγνώσματα

Ἐπὶ τὰς Πηγάς

7η Δεκεμβρίου 2025: Ι´ Κυριακὴ Λουκᾶ

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


ΟΡΘΡΟΣ

Καθίσματα. 

Ἀναστάσιµα. Ἦχος α´ 

Τὸν τάφον Σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ τοῦ ὀφθέντος Ἀγγέλου ἐγένοντο κηρύττοντος Γυναιξὶ τὴν Ἀνάστωασιν.ν Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος τοῦ θανάτου συνέτριψας, Δυνατὲ τῷ θανάτῳ Σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· Σὺ συνήγειρας, τοὺς ἀπ‘ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. 

Μαρία, τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια καὶ κραταιὰ προστασία· καὶ σώζεις τοὺς δούλους σου.

Εὐλογητάρια Ἀναστάσιµα
Ἦχος πλ. αʹ.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν Σε ἐν νεκροῖς λογισθέντα· τοῦ θανάτου δὲ Σωτὴρ τὴν ἰσχὺν καθελόντα καὶ σὺν Ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. 

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Δόξα σοι, ὁ Θεός. (3)

Οἱ Ἀναβαθμοί. Ἦχος αʹ.

Ἀντίφωνον Αʹ.  

Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω. Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα Πατρί...· καὶ νῦν...

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ τριαδικῇ μονοκρατορίᾳ.

Ἀντίφωνον Βʹ.

Εἰς τὰ ὄρη τῶν Σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ Σε. Δεξιᾷ Σου χειρὶ λαβὼν Σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

Δόξα· Πατρί ... καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γʹ.

Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία. 

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

 Δόξα Πατρί...· καὶ νῦν...

 Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν·  Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλʼ οὐ προσώποις.

Καταβασίαι Χριστουγέννων
ᾨδὴ α´

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ᾨδὴ γ´

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

ᾨδὴ δ´

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει  Σου, Κύριε.

ᾨδὴ ε΄ 

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

ᾨδὴ ϛ΄ 

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ᾨδὴ ζ´

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾽ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάρια . Ἦχος β΄

Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν· τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς Ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ· καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψε.

Τὸ Χαίρετε φθεγξάμενος, διημείψω τὴν λύπην, τῶν προπατόρων Κύριε, τὴν χαρὰν ἀντεισάγων, ἐγέρσεώς σου ἐν κόσμῳ. Ταύτης οὖν ζωοδότα, διὰ τῆς Κυησάσης Σε, φῶς φωτίζον καρδίας, φῶς οἰκτιρμῶν, τῶν σῶν ἐξαπόστειλον τοῦ βοᾶν Σοι· Φιλάνθρωπε, Θεάνθρωπε, δόξα τῇ Σῇ ἐγέρσει.

Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος αʹ.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις Αὐτοῦ.

Ὑμνοῦμέν Σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν Σου τὴν Ἀνάστασιν.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις Αὐτοῦ, αἰνεῖτε Αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως Αὐτοῦ.

Ὁ Σταυρὸν ὑπομείνας καὶ τὸν θάνατον καταργήσας καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Αἰνεῖτε Αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ Ἀναστάσει Σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν Σε.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν θεοπρεπῆ Σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν Σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα Σοι.

Ἦχος αʹ.

Αἰνεῖτε Αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε Αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ· ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ Σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει Σου· τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ λῃστῇ τὸν Παράδεισον ἤνοιξας· Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι γυναῖκες· εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων Σου εἰς τέλος.

Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν Δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην· τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν· Κύριε δόξα Σοι.

Δοξαστικόν. Ἦχος δ´

Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά Σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες· Τί τὸν ζῶντα μετὰ τῶν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων Αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ‘ ἐδόκει λῆρος τὰ εὐαγγέλια· οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί. Ἀλλ‘ ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ Σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

ΘΕΊΑ ΛΕΙΤΟΥΡΓΊΑ 

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος α´

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων Σοι Ζωοδότα· Δόξα τῇ Ἀναστάσει Σου Χριστέ, δόξα τῇ Βασιλείᾳ Σου, δόξα τῇ Οἰκονομίᾳ Σου, μόνε Φιλάνθρωπε.

Ἀπολυτίκιον τοῦ Ναοῦ
Ἦχος δ´

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός,βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος γ´

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

 

Previous MonthNext Month
Δεκέμβριος 2025
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save