†ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ, Βασιλείου Καισαρείας τοῦ Μεγάλου

Ἡμερολόγιο
01
Ἡμερομηνία: 1/1/2024

Ἁγιολόγιον τῆς Ἡμέρας κατ' ἐκλογήν

Βασίλειος ὁ Μέγας (1η Ἰανουαρίου)

Ἀπολυτίκιον Περιτομῆς τοῦ Κυρίου (Ἦχος α΄)

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ‘ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ Σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ Σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει Σου.

Ἀπολυτίκιον Μ. Βασιλείου (Ἦχος α΄)

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι‘ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Προκείμενον (Ἦχος δ´)

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην

Ἀποστολικὸ Ἀνάγνωσμα

Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν Αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν Αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες Αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος Αὐτὸν ἐκ τῶν νεκρῶν.

Κολ. 2, 8–12

Εὐαγγελικὸ Ἀνάγνωσμα

Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν Αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα Αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι Αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ Παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ‘ Αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς Αὐτοῦ κατ‘ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς Αὐτοῦ. Νομίσαντες δὲ Αὐτὸν εἶναι ἐν τῇ συνοδείᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν Αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες Αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον Αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες Αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν Αὐτοῦ. Καὶ ἰδόντες Αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς Αὐτὸν ἡ μήτηρ Αὐτοῦ εἶπεν· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ Σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν Σε. Καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.  Καὶ κατέβη μετ‘ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ μήτηρ Αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ὁ Ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Λκ. 2,20–21, 40–52

 

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ
1
Ημερομηνία : 1/5/2024
2
Ημερομηνία : 2/5/2024
3
Ημερομηνία : 3/5/2024
4
Ημερομηνία : 4/5/2024
5
Ημερομηνία : 5/5/2024

Ἐπὶ τὰς πηγάς /
Zu den Quellen


19. Mai 2024: Zweiter Sonntag nach Ostern

Schriftlesungsarchiv

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Salzburg

Δεν υπάρχει προσεχές εκδήλωση

Graz

Δεν υπάρχει προσεχές εκδήλωση

Mattighofen

Δεν υπάρχει προσεχές εκδήλωση

St. Andrä am Zicksee

Δεν υπάρχει προσεχές εκδήλωση
Legetøj og BørnetøjTurtle