† ΜΕΤΑ ΤΑ ΦΩΤΑ Ἁγίων Ἀββάδων ἐν Σινᾷ καὶ Ραϊθῷ ἀναιρεθέντων, Νίνας ἰσαπ.

Ἡμερολόγιο
Heiligenkalender-Januar--14
Ἡμερομηνία: 14/1/2024

Ἀγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

† Κυριακὴ μετὰ τὰ Φῶτα

Μνήμη Ἁγίας Μάρτυρος Ἁγνῆς· τῶν Ἁγίων Ἀββάδων τῶν ἐν Σινᾷ ὄρει καὶ ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων· τοῦ Ὁσίου Σάββα, πρώτου Ἀρχιεπισκόπου Σερβίας καὶ κτίτορος τῆς Ἱ. Μονῆς Χιλανδαρίου· τῶν Ὁσίων Θεοδούλου, υἱοῦ τοῦ Ἁγίου Νείλου τοῦ σοφοῦ καὶ Στεφάνου κτίτορος τῆς Μονῆς τοῦ Χηνολάκκου

Ἐκ τοῦ Συναξαρίου τῆς ἡμέρας κατ’ ἐκλογήν

Ἀπολυτίκιον (Ἦχος α΄)

Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητόν Σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα Σ.οι

Προκείμενον. Ἦχος πλ. β´

Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς.

Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ

Ἀποστολικὸ Ἀνάγνωσμα

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς, Αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ Αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἐφεσ. 4,7-13

Εὐαγγελικὸ Ἀνάγνωσμα

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ,ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε Φῶς μέγα, καὶτοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.

Μτ 4,12-17

 

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ
1
Ημερομηνία : 1/5/2024
2
Ημερομηνία : 2/5/2024
3
Ημερομηνία : 3/5/2024
4
Ημερομηνία : 4/5/2024
5
Ημερομηνία : 5/5/2024

Ἐπὶ τὰς πηγάς /
Zu den Quellen


19. Mai 2024: Zweiter Sonntag nach Ostern

Schriftlesungsarchiv

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Salzburg

Δεν υπάρχει προσεχές εκδήλωση

Graz

Δεν υπάρχει προσεχές εκδήλωση

Mattighofen

Δεν υπάρχει προσεχές εκδήλωση

St. Andrä am Zicksee

Δεν υπάρχει προσεχές εκδήλωση
Legetøj og BørnetøjTurtle