Ἀρχιερατικὴ Θεία Λειτουργία στὴν Ἱερὰ Μονὴ Ἁγίας Σκέπης καὶ Ἁγίου Παϊσίου Sankt Andrä am Zicksee
Ἀρχιερατικὴ Θεία Λειτουργία τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου καὶ Χειροτονία Πρεσβυτέρου στὸν Καθεδρικὸ Ἱερὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης
Ἀρχιερατικὴ Θεία Λειτουργία Χριστουγέννων καὶ Χειροτονία Διακόνου στὸν Καθεδρικὸ Ἱερὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης
Πατριαρχικὴ Ἀπόδειξις ἐπὶ τοῖς Χριστουγέννοις 2025
Ἀρχιερατικὴ Θεία Λειτουργία τὴν Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως στὸν Ἅγιο Γεώργιο Βιέννης
Ἐπετειακὴ Συναυλία γιὰ τὴ συμπλήρωση 10 ἐτῶν ἀπὸ τὴν ἵδρυση τῆς Σχολῆς Βυζαντινῆς καὶ Παραδοσιακῆς Μουσικῆς τῆς Μητροπόλεως Αὐστρίας
Συμμετοχὴ τοῦ Σεβασμιωτάτου Μητροπολίτου Αὐστρίας στὴ Δεξίωση τῆς Καγκελαρίας ἐν ὄψει τῶν Χριστουγέννων 2025
Δισαρχιερατικὴ Θεία Λειτουργία στὴν Οὐκρανόφωνη Ἐνορία Ἁγίου Βλαδιμήρου καὶ Ὄλγας Βιέννης καὶ διορισμὸς νέου Ἀρχιερατικοῦ Ἐπιτρόπου.
Χριστουγεννιάτικη Ἑορτὴ τῆς Ἑλληνικῆς Ἐθνικῆς Σχολῆς Βιέννης

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς τῶν Βαΐων

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν Αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν Αὐτῷ. Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας Αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν Αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων Αὐτὸν παραδιδόναι· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν  ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν Αὐτῷ, καὶ ἐκραύγαζον· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ Αὐτοῦ τὸ πρῶτον, ἀλλ᾽ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ Αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν Αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ Αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν Αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο Αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Ἰω 12,1-18

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904

Previous MonthNext Month
Δεκέμβριος 2025
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ
14
Ημερομηνία : 14/12/2025
25
Ημερομηνία : 25/12/2025
28
Ημερομηνία : 28/12/2025

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save