Τιμόθεος ὁ ἀπόστολος, μαθητὴς τοῦ ἀποστόλου Παύλου (Ἰανουαρίου 22)
Οὗτος ἦν ἐκ Λύστρων τῆς Λυκαονίας γεννηθεὶς ἐκ πατρὸς εἰδωλολάτρου καὶ μητρὸς Ἑβραίας ῆς Εὐνίκης, μαθητευθεὶς παρὰ τῷ ἀποστόλῳ Παύλῳ καὶ ὑπ᾽ αὐτοῦ ἐπίσκοπος ἐν Ἐφέσῳ κατασταθείς. Κατὰ δέ τινα ἐθνικὴν ἑορτήν, καταγώγιον καλουμένην, καθ᾽ ἣνπεριέφερον ἀνὰ τὴν πόλιν τὰ εἴδωλα καὶ λῃστρικῶς ἐπέπιπτον κατ᾽ ἀνδρῶν καὶ γυναικῶν οἱ ταῦτα φέροντες καὶ ἐφόνευον τοὺς παρατυγχάνοντας, ὁ Τιμόθεος θείου ζήλου πλησθεὶς συνέστησεν αὐτοῖς ἀπόσχωσιν τῶν αἰσχρῶν τούτων πράξεων· ἀλλ᾽ οὗτοι ἐπετέθησαν κατ᾽ αὐτοῦ διὰ ροπάλων καὶ ἐφόνευσαν αὐτόν, τὸ δὲ ἱερὸν αὑτοῦ λείψανον μετεκομίσθη εἰς Κωνσταντινούπολιν καὶ κατετέθη ἐντὸς τῆς ἁγίας τραπέζης τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων, ὅπου καὶ ἡ σύναξις αὐτοῦ τελεῖται. Ἐν τῇ αὐτῇ ἁγίᾳ τραπέζῃ ἦσαν κατατεθειμένα καὶ τὰ ἱερὰ λείψανα τῶν ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ· διὰ τοῦτο ὅτε ὁ Ἰουστινανὸς ἀνῳκοδόμησε καὶ μετασκεύασε τὸν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου ἀνεγερθέντα τῶν ἁγίων ἀποστόλων ναὸν, τὴν ἁγίαν τράπεζαν ὑφ᾽ ἣν ἦσαν τοποθετημέτα τῶν ἀνωτέρω ἁγίων τὰ λείψανα ἀφῆκεν ὡς εἶχεν ἀδιασάλευτον, περιορισθεὶς μόνον εἰς τὴν κατασκευὴν ἀργυροῦ περικαλύμματος.
Ἔρωτι θείων Τιμόθεος στεμμάτων
τυφθεὶς βάκλοις ἔβαψε γῆν ἐξ αἱμάτων*
Εἰκάδι δευτερίῃ Τιμόθεος βάκλοις πότμον ἔτλη**
[*γῆν αἱμάτων Α. **Εἰκάδι δευτερίῃ πνεῦμ᾽ἤρθη Τιμοθέοιο ΒΝ... βάκλοις ἔτλη Α.]
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας