Στιχηρόν
Ἦχος πλ. α´
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ᾽ Αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος α´
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων Σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει Σου Χριστέ, δόξα τῇ βασιλείᾳ Σου, δόξα τῇ οἰκονομίᾳ Σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον Προεόρτιον
Ἦχος δ´
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἀπολυτίκιον τῶν Πατέρων
Ἦχος βʹ
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ναοῦ
Ἦχος δ΄
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος γ΄
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ