Γ´Κυριακὴ Νηστειῶν τῆς Σταυροπροσκηνησεως

Heiligenkalender
kreuz
Ἡμερομηνία: 23/3/2025

Βιβλικὰ ἀναγνώσματα

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Διαβᾶστε τὸ Συναξάριο τῆς ἡμέρας

Ἐπὶ τὰς Πηγάς

16η Μαρτίου 2025: Β´ Κυριακὴ Νηστειῶν τοῦ ἐν Ἁγίοις Γρηγορίου τοῦ Παλαμᾶ

 

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


Καθίσματα Ἀναστάσιμα
Ἦχος πλ. β΄

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα. 


Κύριε, παρίστατο τῷ τάφῳ σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε·  ἔθηκας τὴν αἰώνιον Ζωήν;  ἔκρυψ τ ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα Σοι.


Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα Σοι.


Ἡ ζωὴ ἐν τῷ Τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς Αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.


Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον Σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν ἔγερσιν, τὴν ἔνθεον ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας· ἀνέστης δὲ ἄνευ φθορᾶς, ὡς Δεσπότης τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.


Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς, ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν, πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

 

Εὐλογητάρια Ἀναστάσιμα

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.

Καταβασίαι
Ἦχος αʹ
ᾨδὴ αʹ.

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν Ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ Σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν Σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

ᾨδὴ γʹ

Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ Σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ Ἅγιος.

ᾨδὴ δʹ.

Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

ᾨδὴ εʹ

Ὀρθρίζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

ᾨδὴ Ϛʹ.

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

ᾨδὴ ζʹ.

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

ᾨδὴ ηʹ.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων, ποτὲ ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Ἰδιόμελα τοῦ Τριῳδίου
Ἦχος πλ.δ΄

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς Ναὸν τὸν ἅγιόν Σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ Σου ἐλέει. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Ἦχος πλ. β΄

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

ᾨδὴ θʹ. Καταβασία.
Ἦχος αʹ.

Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.

Ἐξαποστειλάρια
Ἦχος β'

Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι πάντας ἡμᾶς τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθᾶσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.

 

Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθᾶσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.

 

Θεοτοκίον

Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.

 Στιχηρὰ Ἀναστάσιμα
Ἦχος πλ. β΄

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπʼ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.


Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.


Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις· ἐλέησον ἡμᾶς.

 

Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ
σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.


Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα· ἰδού, προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος. Ἐκκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.

Στιχηρά τῆς ἑορτῆς
Ἦχος δ΄

Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

 

Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα· ἰδού, προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.


Ἐκκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος

Ἦχος α´

Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.


Τὸν Σταυρόν Σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν.

Ἦχος β´

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρὶν ὁ ἐχθρός δι᾽ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι᾽ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εἴσοδος τοῦ τιμίου Σταυροῦ
Ἦχος α´

Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Τὸν Σταυρόν Σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν δοξάζομεν.

Ἦχος β´

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρὶν ὁ ἐχθρός δι᾽ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι᾽ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξαστικόν
Ἦχος π λ . δʹ

Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ᾽ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν. Ὑπογραμμὸς καὶ τύπος ὁ Αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, Ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν· ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθὴς διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. β´

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἴστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ‘ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα Σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α΄

Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Κοντάκιον τοῦ Τριωδίου
Ἦχος δʹ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ´ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

 

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Ἀπρίλιος 2025
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ
13
Ημερομηνία : 13/4/2025
19
Ημερομηνία : 19/4/2025
20
Ημερομηνία : 20/4/2025

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save