27η Ἀπριλίου 2025: Κυριακὴ τοῦ Θωμᾶ
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.
Ἐπέστης ἡ Ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστέ, τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς καὶ χεῖράς Σου καὶ πόδας Σου, τὴν ἐκ τάφου Σου Ἔγερσιν προπιστούμενος· ἀλλʼ ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι Τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ. Ἀλληλούϊα. ( Ψ 67:2)
Καὶ φυγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν. Ἀλληλούϊα. (Ψ 67:2)
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ Σου, μὴ ἐπιλάθῃ τῶν πενήτων Σου εἰς τέλος. Ἀλληλούϊα. (Ψ 9:33)
Δόξα Πατρὶ καὶ Υἱῶ̣,...
Τὸν Πατέρα προσκυνήσωμεν καὶ τὸν Υἱὸν δοξολογήσωμεν καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες, Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.
Τὴν Μητέρα Σου προσάγει Σοι, εἰς ἱκεσίαν ὁ λαός Σου Χριστέ· ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς Σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα Σε δοξάζωμεν, τὸν ἐκ Τάφου ἡμῖν ἀνατείλαντα.
Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀρρήτως. Ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ Κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ Αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα Πατρί...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον, ᾽Ιησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν Σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς
Σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν Αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾽ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρὀχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. (δίς)
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει Σου, Κύριε.
Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ Τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Δόξα...
Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
Καὶ νῦν...
Πύλαι θανάτου, Χριστέ, οὐδὲ τοῦ Τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν Σοι ἀντέστησαν, ἀλλʼ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις Σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν Σου καὶ φώτισόν με Φωτὶ τοῦ προσώπου Σου· οὐκ ἔστι γὰρ ἅγιος, πλὴν Σοῦ Φιλάνθρωπε. (δίς)
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει Σου, Κύριε.
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ Σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.(δίς)
Δόξα Πατρί...
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί Σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, Σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
Καὶ νῦν...
Τοὺς μώλωπάς Σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς Σου φυλάξας μαρτύριον, τῆς Σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε· κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι. (δίς)
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας, παλάμας προτείνας εἰς ἔρευναν.(δίς)
Δόξα...
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
Καὶ νῦν.Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε Θωμᾶς μὴ παρών Σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς Ζωήν, καὶ ἐκ γῆς πρὸς Οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλʼ ἀφθαρσίας πηγήν, ἐκ Τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθʼ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ὀρθρίσωμεν ὄρθρου βαθέος καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ Τάφου.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
Σὲ τὴν φαεινὴν λαμπάδα καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν. (δίς)
Ὁ Ἀγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ Τόκου σου.
Ἐμῶν μελῶν χειρί σου ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ· σὺν Μαθηταῖς ὁμοφρόνει καὶ ζῶντα κήρυττε Θεόν.
Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει· σήμερον αἴρονται κλεῖθρα θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.
Αἰνεῖτε Αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε Αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης Αὐτοῦ.
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος, οὕτω κεκλεισμένων θυρῶν εἰσελήλυθας πρὸς τοὺς πανευκλεεῖς Ἄποστόλους Σου, χαροποιῶν αὐτούς, καὶ εὐθές Σου παρεχόμενος τούτοις Πνεῦμα, διʼ ἄμετρον ἔλεος.
Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα Σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ Σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί Σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν Αὐτοῦ καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω ὅτι ἐξεγήγερται.
Ὡς θέλεις ψηλάφησον, Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα καὶ γεῶδες σῶμα καὶ μὴ γίνου ἄπιστος· ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι. Ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, Σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει Σου.
Μεθ’ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς Σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς Σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην Σου παρεχόμενος καὶ τῷ πιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο, ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα Σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς Σοι, Ἀλληλούϊα.
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων Ἀνάστασις· Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα Σου ἔλεος.
Εἰ καὶ ἐν Τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος Χαίρετε καὶ τοῖς Σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ | Κυρ |
---|---|---|---|---|---|---|
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ