1η Ἰουνίου 2025: Κυριακὴ τῶν Ἁγίων 318 Θεοφόρων Πατέρων τῆς Α´ ἐν Νικαίᾳ Οἰκουμενικῆς Συνόδου
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρί...
Κύριε, παρίστατο τῷ Τάφῳ Σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν Σε νομίζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον Ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα Σοι.
Καὶ νῦν καὶ ἀεί...
Ὁ τὴν εὐλογημένην καλέσας Σου Μητέρα, ἦλθες ἐπὶ τὸ Πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα Σοι.
Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα Πατρί...
Τῷ ἑκουσίῳ θανάτῳ Σου, ζωὴν ἀθάνατον εὕρομεν, Παντοδύναμε καὶ μόνε τῶν ὅλων Σωτήρ· Σὺ γὰρ ἐν τῇ σεπτῇ Σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας ᾅδου τὸ νῖκος καὶ θανάτου τὸ κέντρον.
Καὶ νῦν καὶ ἀεί...
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. αʹ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν Σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ Τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν Τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά Σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε· τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά Σου, Σῶτερ, ἐνηχοῦντο, Ἀγγέλου τρανῶς πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί...
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν...
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς· ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα Σοι, ὁ Θεός
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς Σὲ Λόγε· οἴκτειρόν με, ἵνα ζῶ Σοι. Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη Σου Λόγε.
Δόξα Πατρί...· Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τούτων κατʼ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται. Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴ μοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Δόξα Πατρί...· καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν Σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα Πατρί... · καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Ὠιδὴ α´
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, ἐῤῥητόρευσε τὸν θεογράφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, ὁρᾷ τὸν Ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ᾨδὴ γʹ
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, * Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, * Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι * Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, * Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
Ὠιδὴ δ´
Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές Σου Πνεῦμα τοῖς Ἀποστόλοις, νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾄ’δουσι, Δόξα τῷ κράτει Σου, Κύριε.’
Ὠιδὴ ε´
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, πυρίπνοον δέξασθε Πνεύματος δρόσον, ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας, νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, ἡ γλωσσοπυρσόμορφος Πνεύματος
χάρις.
ᾨδὴ Ϛʹ
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, * Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, * Ἵνʼ ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, * Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, * Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ᾨδὴ ζʹ
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας· Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾷν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
Ὠιδὴ η´
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Ὠιδὴ θ´
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν· οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων· ὃν Πέτρος γνούς, πρὸς Αὐτὸν ἐνήχετο· οἷς τὸ τρίτον, φανεὶς καὶ ἄρτον ἔδειξε καὶ ἰχθὺν ἐπʼ ἀνθράκων.
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον· Πάσης βλάβης αἱρέσεων, ρῦσαι λαόν Σου, Κύριε, καὶ πάντας καταξίωσον,
Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα. Τῶν Μαθητῶν ὁρώντων Σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον Δόξαν.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις Αὐτοῦ.
Ὁ Σταυρός Σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ Σου· καὶ ἐπʼ αὐτῷ πεποιθότες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε Αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως Αὐτοῦ.
Ἡ ταφή Σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε Αὐτὸν ἐπὶ ταῖς δυναστείαις Αὐτοῦ, αἰνεῖτε Αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης Αὐτοῦ.
Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς Αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις· ἐλέησον ἡμᾶς.
Αἰνεῖτε Αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε Αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν· διό Σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ Σου τὴν Ἀνάστασιν.
Αἰνεῖτε Αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε Αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε Aὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὅλην συγκροτήσαντες τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας.
Ὅλην εἰσδεξάμενοι τὴν νοητὴν λαμπηδόνα τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ρήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι δογμάτων, οἱ μακάριοι,
καὶ τῶν εὐσεβῶν παραδόσεων· ἄνωθεν λαβόντες τὴν τούτων ἀποκάλυψιν, σαφῶς καὶ φωτισθέντες ἐξέθεντο ὅρον θεοδίδακτον.
Συναγάγετε Αὐτῷ τοὺς ὁσίους Αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην Αὐτοῦ ἐπὶ θυσίαις.
Ὅλην συλλεξάμενοι ποιμαντικὴν ἐπιστήμην καὶ θυμὸν κινήσαντες νῦν τὸν δικαιότατον, ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν καὶ λοιμώδεις λύκους τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος ἐκσφενδονήσαντες τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ καὶ τοῦ ἐνθέου κηρύγματος μύσται ἱερώτατοι.
Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα Σοι.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι Σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ Λυτρωτὴς τοῦ κόσμου.
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα Σοι.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί Σε· Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Κυρ | Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ | |
---|---|---|---|---|---|---|---|
1
|
2
|
3
|
4
|
5
|
6
| ||
7
|
8
|
9
|
10
|
11
|
12
|
13
| |
14
|
15
|
16
|
17
|
18
|
19
|
20
| |
21
|
22
|
23
|
24
|
25
|
26
|
27
| |
28
|
29
|
30
|
31
|
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ