† ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ (Μ. Ἁγιασμός)

Ἡμερολόγιο
06-Botezul
Ἡμερομηνία: 6/1/2024

Ἀπὸ τὴν ψηφιακὴ βιβλιοθήκη τῆς Μητροπόλεως

Ἰωάννης Φουντούλης: Τὰ Ἅγια Θεοφάνεια (6 Ἰανουαρίου)

Ἀπολυτίκιον (Ἦχος α΄)

Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητόν Σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα Σοι

Ἀποστολικὸ ἀνάγνωσμα

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς
ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ Ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ Αὐτοῦ
ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ‘ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ Ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου

Τιτ 2,11-14, 3,4=7

Εὐαγγελικὸ Ἀνάγνωσμα

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν Αὐτὸν λέγων· ἐγὼ χρείαν
ἔχω ὑπὸ Σοῦ βαπτισθῆναι, καὶ Σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· τότε ἀφίησιν Αὐτόν· καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν Αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ Αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Μτ 3,13-17

 

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ
1
Ημερομηνία : 1/5/2024
2
Ημερομηνία : 2/5/2024
3
Ημερομηνία : 3/5/2024
4
Ημερομηνία : 4/5/2024
5
Ημερομηνία : 5/5/2024

Ἐπὶ τὰς πηγάς /
Zu den Quellen


19. Mai 2024: Zweiter Sonntag nach Ostern

Schriftlesungsarchiv

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Salzburg

Δεν υπάρχει προσεχές εκδήλωση

Graz

Δεν υπάρχει προσεχές εκδήλωση

Mattighofen

Δεν υπάρχει προσεχές εκδήλωση

St. Andrä am Zicksee

Δεν υπάρχει προσεχές εκδήλωση
Legetøj og BørnetøjTurtle