Μνήμη τῶν ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ ἡμῶν Ἀναστάσεως, Προεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Κατηγορία
Heiligenkalender
Date
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος, Σελεύκου, Μακροβίου, Γορδιανοῦ, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ, καὶ Οὐαλεριανοῦ. Ὁ ὅσιος πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται. Ὁ ὅσιος νέος Ἱερόθεος ὁ Ἰβηρίτης, ὁ κατὰ τὸ 1720 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται.




