Τριῶν Ἱεραρχῶν μνήμη, ἤτοι Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου (Ἰανουαρίου 30)
Ἡ ἑορτὴ τῶν τριῶν τῆς ἐκκλησίας μεγάλων διδασκάλων καὶ ἱεραρχῶν ἐθεσπίσθη ἐπὶ Ἀλεξίου τοῦ Κομνηνοῦ 1081-1118) ἐξ ἀφορμῆς τῆς διαιρέσεως τῶν λογίων ἐν Κωνσταντινουπόλει εἰς τρεῖς μερίδας εἰς ὀπαδοὺς τοῦ Βασιλείου, τοῦ Γρηγορίου καὶ τοῦ Χρυσοστόμου, οἵτινες διεξεδίκουν τὰ πρωτεῖα εἰς τὸν ὑπ’ αὐτῶν προτιμώμενον. Εἰς κατάπαυσιν τῆς τοιαύτης διενέξεως ὠρίσθη κοινὴ ἑορτὴ διὰ τοὺς τρεῖς, ἴσους κατὰ τὴν χάριν, τήν σοφίαν καὶ τὴν ἁγιότητα· τὴν Ἀκολουθία αὐτῶν συνέταξεν ὁ ποιητὴς Ἰωάννης Μαυρόπους ἐπίσκοπος Εὐχαΐτων, πλέξας καὶ κατάλληλον εἰς αὐτοὺς ἐγκώμιον, τοὺς δὲ εἰς αὐτοὺς στίχους ἐποίησεν Δημήτριος ὁ Τρικλήνιος, ὡς μαρτυρεῖ ὁ Παρισινὸς Κώδ. 1578 (σ. 439) καὶ οἵτινες ἔχουσιν οὕτω:
Ὅμου δίκαιον* τρεῖς σέβειν ἑωσφόρους
φῶς τρισσολαμπὲς πηγάσαντας ἐν βίῳ
τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν·
ἕαρ χελιδὼν οὐ καθίστησι μία
αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἕαρ**·
τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν
τριάς γε μὴν αὕτη δὲ*** τὴν ὁρωμένην·
ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας
ἐξ ἡλίου τε καὶ σελήνης ἀφρόνως·
κάλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος
ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας
ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν
ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας.
κάλλει βίου γὰρ**** τῇ τε πειθοῖ τῶν λόγων
πείθουσι πάντας τὸν μόνον κτίστην σέβειν·
κτίσιν συνιστᾷ τὴν δὲ***** τὴν ὁρωμένην
τὸ πῦρ, ἀήρ, ὕδωρ τε καὶ γῆς ἡ φύσις·
οἱ δ’ αὖ συνιστῶντες γε****** κόσμον τὸν μέγαν
τὴν πρὸς Θεόν τε πίστιν ὡς ἄλλην κτίσιν
στοιχειακῆς φέρουσι τριάδος τύπον
μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων·
καὶ γήϊνον γοῦν ******* ἔσχον οὐδὲν ἐν λόγοις
ὁ γρήγορος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον
πρὸς τὸ ὕψος αὖ πείθων τε******** πάντας ἐκτρέχειν
τοῖς λειποθυμήσασι δ’ ἐκ παθῶν πάλιν
ἀναπνοή τις οἱ Βασιλείου λόγοι.
μιμούμενος δὲ τὴν ροὴν τῶν ὑδάτων
ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος
τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει·
οὕτω πρὸς ὕψος τῶν βροτῶν πᾶσαν φύσιν
ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις,
Λάμψεν ἐνι τριακοστῇ χρυσοτρισήλιος αἴγλη
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας