Θεοδόσιος ὅσιος ὁ Κοινοβιάρχης (Ἰανουαρίου 11)
Οὗτος ἦν ἐκ Καππαδοκίας, ἐκ τῆς κώμης Μαγαρισοῦ, υἱὸς τοῦ Προαιρεσίου καὶ τῆς Εὐλογίας, ἀκμάσας περὶ τὰ μέσα τοῦ ε΄ αἰῶνος. Μοναχὸς ἐν νεαρᾷ ἡλικίᾳ γενόμενος ἐπεσκέφθη τὰ ἀναχωρητήρια τῆς Ἀντιοχείας, καὶ ἰδίᾳ Συμεὼν τὸν Στυλίτην, ὅστις ηὐχήθη καὶ ηὐλόγησεν αὐτόν. Ἐκ τῆς Ἀντιοχείας μετέβη εἰς Ἱεροσόλυμα καὶ ἐκεῖθεν εἰς τὴν ἔρημον, ἐπὶ τριάκοντα χρόνους ζῶν καὶ τρεφόμενος μὲ βοτάνας καὶ ἰσχάδας καὶ ἄρτου μὴ γευσάμενος· διαβόητος διὰ τὴν ἀρετὴν αὑτοῦ καὶ τὰ θαύματα προσείλκυσεν εἰς ἑαυτὸν πολλοὺς μαθητὰς ἐν τῷ κοινωβίῳ αὑτοῦ, θαυμαζόμενος καὶ τιμώμενος παρὰ πάντων ὡς κανὼν τῆς ἀρετῆς καὶ τῆς μοναχικῆς πολιτείας διδάσκαλος. Ὁσίως καθ' ἅπαντα τὸν βίον διαβιώσας ἐν γήρατι βαθεῖ πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ σεπτῷ ἀποστολείῳ τοῦ ἁγίου ἀποστόλου Πέτρου, τῷ σκυγκειμένῳ τῇ ἁγιωτάτη μεγάλῃ Ἐκκλησίᾳ. Ἐν τῷ Πατμιακῷ Κώδ. 226: «πλησίον τοῦ Ταύρου».
Κοινοῦ Θεοδόσιος ἡγεμὼν βίου
κοινῇ μονασταῖς ἐκβιώσας ζημία.
Ἑνδεκάτῃ ὀλοὸν βίοτον * λίπε κοινοβιάρχης.
[* βίου Α. Ἐν τῷ βίῳ τοῦ ἁγίου Σάβα, τῷ συγγραφέντι ὑπὸ Κυρίλλου τοῦ Σκυθοπολίτου, ἀναγνγνώσκομεν περὶ τῶν δύο συγχρόνων μεγάλων ἀσκητῶν Σάβα καὶ Θεοδοσίου ταῦτα: «Μαρκιανοῦ (ἡγουμένου τῆς μονῆς τοῦ ἁγίου Πασσαρίωνος) ἐν Χριστῷ κοιμηθέντος (493), πάντων τῶν τῆς ἐρήμου μοναχῶν ἐν τῷ ἐπισκοπείῳ παρὰ τῷ πατριάρχῃ ἀρρωστοῦντι συναθροισθέντων, προεβλήθησαν κατὰ κοινὴν ψῆφον Θεοδόσιος καὶ Σάβας ἀρχιμανδρῖται καὶ ἔξαρχοι πάντων τῶν ὑπὸ τὴν ἁγίαν πόλιν μοναστηρίων ὡς ἐρημῖται καὶ ἀκτήμονες καὶ βίῳ καὶ λόγῳ κεκοσμημένοι καὶ τοῖς θείοις κομῶντες χαρίσμασιν· ἀπὸ τότε τοίνυν ὁ μὲν ἀββᾶς Θεοδόσιος ἀρχηγὸς γέγονε καὶ ἀρχιμανδρίτης (493) παντὸς τοῦ κοινοβιακοῦ κανόνος, ἔχων μεθ' ἑαυτοῦ τὸν δευτερεύοντα τῆς τῶν κοινοβιακῶν καταστάσεως φροντίδος, τὸν ἐν ἁγίοις ἀββᾶν Παῦλον, τὸν τῆς τοῦ ἀββᾶ Μαρτυρίου μονῆς ἡγούμενον»].
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας