Ζαχαρίας ὁ προφήτης (Φεβρουαρίου 8)
Εἷς τῶν δώδεκα μικρῶν προφητῶν ἐκ τῆς φυλῆς τοῦ Λευΐ, γεννηθεὶς ἐν Γαλαάδ· οὗτος προεφήτευσε περὶ τῆς καταστροφῆς τοῦ ἐν Ἱεροσολύμοις ναοῦ, πρὶ τοῦ τέλους τοῦ 'Ισραἠλ, περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, περὶ τῆς ἀργίας τῶν προφητῶν, τὼν ἱερέων καὶ τῶν Σαββάτων, περὶ μελλούσης κρίσεως καὶ ἄλλα πολλὰ καὶ ἀπέθανεν ἐν βαθυτάτῳ γήρατι, ταφεὶς παρὰ τὸν τάφον τοῦ προφήτου Ἀγγαίου.
Ἵππους ἑώρας τοὺς νόας, Ζαχαρία,
δι᾽ ὧν πρὸς ὕψος οὐρανῶν ἀφιππάσω*.
[*ἀφιπτάσω Α].
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας