15ὴ Ἰουνίου 2025: Κυριακὴ τῶν Ἁγίων Πάντων
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα Πατρί...
Ἄνθρωποι τὸ μνῆμά Σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς Σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα Σοι.
Καὶ νῦν...Θεοτοκίον.
Ὁ διʼ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί Σου· δεῖξον τὴν φιλανθρωπίαν Σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν Σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε Σοῦ τοὺς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ Τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Δόξα Πατρί..
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ· καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν...
Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν Σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί...
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν....
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3)
Αἱ μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα· καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει.
Δόξα· καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα· καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλʼ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα· καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, διʼ Ἀποστόλων ἁγίων Σου, διʼ ὧν τὴν ἀπάτην ἀπήλασας.
Δόξα Πατρί
Νομοθεσίᾳ Σου Χριστέ, πειθόμενοι, οἱ Σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο· καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς Σε κηρύττοντες.
Καὶ νῦν...
Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ Παρθένοι Πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Ὁ στερεώσας κατʼ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησιάς στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ· Αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.
Δόξα Πατρί...
Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
Καὶ νῦν...
Θεοτοκίον.
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ· ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τὸν Βαπτιστὴν καὶ Πρόδροµον, Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱεροµάρτυρας ἅµα, φιλοθέους γυναῖκας, καί τους ∆ικαίους ἅπαντας, καὶ Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕµνοις καταστέψωµεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυµάστωσε· τὰ Αὐτοῦ γὰρ στίγµατα καὶ παθήµατα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσµούµενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέµενοι, οὓς ὑµνήσωµεν, ὡς ἀµάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύµατα.
Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον µιµησάµενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες.
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγοµένοις, διὰ τὴν χαµόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος· καὶ προσκυνήσαντες Αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ‘ οὐρανὸν ἐξαπεστέλλοντο κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡµῶν.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήµερον, ἵνα ἡµᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡµῶν, Κύριε δόξα Σοι.
Τῶν ἐν ὅλῳ τῷ κόσµῳ Μαρτύρων Σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵµατα, ἡ Ἐκκλησία Σου στολισαµένη, δι᾽ αὐτῶν βοᾷ Σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ Σου τοὺς οἰκτιρµούς Σου κατάπεµψον, εἰρήνην τῇ πολιτείᾳ Σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡµῶν τὸ µέγα ἔλεος. Κοντάκιον τῶν Ἁγίων Ἦχος πλ. δ´ Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουµένη προσφέρει Σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν Σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ