Διαβᾶστε τὸ Συναξάριο τῆς ἡμέρας
9η Φεβρουαρίου 2025: Κυριακὴ τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου
Ἀνέστης ἐκ νεκρών, ἡ ζωὴ τῶν ἁπάντων καὶ Ἄγγελος φωτὸς ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι, ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὂν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον Φιλάνθρωπον.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ‘ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς Ναὸν τὸν ἅγιόν Σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ Σου ἐλέει. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς. Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ. Δεῦτε ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ Ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, Σὲ κατέχει ἐν χερσί;
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ Ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε
Θεόν.
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ Ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ Σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν Σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν.
Ὑψηγορίαν φύγωμεν, Φαρισαίου κακίστην, ταπείνωσιν δὲ μάθωμεν, τοῦ Τελώνου ἀρίστην, ἵν’ ὑψωθῶμεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ· Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ, ἑκουσίως, καὶ Σταυρὸν ὑπομείνας, συνήγειρας τὸν κόσμον σου θεϊκῇ δυναστείᾳ.
Ἐν πνεύματι τῷ ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότῃν, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
Μὴ προσευξώμεθα φαρισαϊκῶς, ἀδελφοί· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ταπεινωθῶμεν ἐναντίον τοῦ Θεοῦ, τελωνικῶς, διὰ νηστείας κράζοντες· Ἱλάσθητι ἡμῖν ὁ Θεός, τοῖς ἁμαρτωλοῖς.
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ Φιλάνθρωπος, τῷ Ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς, Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, κατεῖδον γὰρ Σε σήμερον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ‘ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ