Κυριακὴ τοῦ ἀσώτου υἱοῦ

Heiligenkalender
kordis_barmherziger_vater
Ἡμερομηνία: 16/2/2025

Βιβλικὰ ἀναγνώσματα

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Διαβᾶστε τὸ Συναξάριο τῆς ἡμέρας

Ἐπὶ τὰς Πηγάς

16η Φεβρουαρίου 2025: Κυριακὴ τοῦ ἀσώτου υἱοῦ

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


Κάθισμα Ἦχος αʹ

Τὸν τάφον Σου, Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ τοῦ ὀφθέντος Ἀγγέλου ἐγένοντο, κηρύττοντος γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου καὶ μόνῳ Θεῷ ἡμῶν.

Ἰδιόμελα τοῦ Τριῳδίου
Ἦχος πλ.δ ́

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς Ναὸν τὸν ἅγιόν Σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ Σου ἐλέει.
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Ἦχος πλ. β ́

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Ἐξαποστειλάρια
Ἦχος β'

Τὸν πλοῦτον ὅν μοι δέδωκας τῆς χάριτος, ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως κακῶς ἠνάλωσα, Σῶτερ, ἀσώτως ζήσας, δαίμοσι δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥσπερ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον.

Στιχηρόν
Ἦχος πλ. δ ́

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ Σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν καὶ ἐνώπιόν Σου καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός Σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων Σου, ὁ Θεός, καὶ ἐλέησόν με.

Δοξαστικόν

Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ Σοῦ μὴἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς Βασιλείας Σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα· ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς Σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων Σου, ὁ δι’ ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους Σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.

Ἀναστάσιμον Ἀπολυτίκιον
Ἦχος α ́

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων Σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει Σου Χριστέ, δόξα τῇ βασιλείᾳ Σου, δόξα τῇ οἰκονομίᾳ Σου, μόνε φιλάνθρωπε.

Κοντάκιον
Ἦχος γ´

Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὃν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

 

Previous MonthNext Month
Ιούνιος 2025
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save