Κλήμης ἐπίσκοπος Ἀγκύρας καὶ Ἀγαθάγγελος μάρτυς (Ἰανουαρίου 23)
Ὁ ἅγιος Κλήμης ἦν ἐ Ἀγκύρας ἐκ πατρὸς γεννηθεὶς ἐθνικοῦ καὶ μητρὸς χριστανῆς, τῆς Εὐφροσύνης· διὰ τὴν ἄκραν αὐτοῦ ἀρετὴν μόλις τὸ εἰκοστὸν ἄγων ἔτος ἐχειροτονήθη ἐπίσκοπος Ἀγκύρας καὶ ὑπέστη κατὰ πάντα τὸν βίον πάντα τὰ εἴδη τῶν βασάνων ἐπὶ Διοκλητιανοῦ (284-304) καὶ Μαξιμιανοῦ (286-305). Καλῶς δὲ καὶ γενναίως ὑπομείνας μετὰ τοῦ μάρτυρος Ἀγαθαγγέλου ὅσα μαρτύρια οὐδεὶς τῶν μαρτύρων ὑπέφερε, τέλος ἀποτμήθη μετὰ τοῦ συναγωνιστοῦ Ἀγαθαγγέλου τὴν κεφαλὴν ἐν τόπῳ καλουμένῳ Κρυπτῷ. Τελεῖται δὲ ἡ σύναξις αὐτῶν ἐν τῷ ἁγιωτάτῳ αὐτῶν μαρτυρείῳ τῷ ὄντι πέραν ἐν τοῖς Εὐδοξίου ἐπέκεινα Ἀνάπλου καὶ ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ τῆς ἁγίας Εἰρήνης τῆς παλαιᾶς καὶ νέας.
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων
τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα,
Εἰκάδι δὲ τμήθητε* τρίτῃ Ἀγαθάγγελε, Κλήμη.
[* δὲ τμήθης Α.
Ἡ τούτου Ἀκολουθία ἐξεδόθη τὸ πρῶτον ἐν Βενετίᾳ τῷ 1782 μετὰ Εὐχολογίου ἐν τουρκικῇ διαλέκτῳ ἔνθα καὶ ἡ Ἀκολουθία ἑλληνιστί· ἄλλαι δύο ἐκδόσεις ὅμοιαι ἐγένοντο τουρκιστὶ τῷ 1794 καὶ 1852 (ἴδ. L. Petit, Bibliographie des Acolouthies grecques, σ. 41-42)]
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας