Γεώργιος ὅσιος ὁ ἐν Μαλαιῷ (Ἀπριλίου 4, Ἀπριλ. 5 Del. Ἀπριλ. 15 ΥαΤΘαΥθ Μαΐου 12 Μ)

1067105074.jpg

Εἰς τοὺς ἔντυπους Συναξαριστὰς ἄνευ ὑπομνήματος. Τοιοῦτον εὕρομεν μόνον ἐν τῷ Λαυριωτικῷ Κώδικι Ι 70 ἔχων οὕτω: «Οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν καὶ μέγας θεοφόρος Γεώργιος ἐκ βρέθους καὶ ἐκ νεαρᾶς ἡλικίας τὸν Χριστὸν ποθήσας, βοηθέντων τῶν γονέων αὐτοῦ συζεῦξαι γυναικὶ νομίμῳ, οὐκ ἐδέξατο οὐδὲ λόγον ἀκοῦσαι περὶ τούτου, ἀλλὰ τὸν θεῖον καὶ ἀγγελικὸν σχῆμα ἐνδυθεὶς πᾶσαν ἄσκησιν καὶ ἐγκράτειαν ἐνεδείξατο, νηστείαν, σκληραγωγίαν, προσευχήν, δάκρυα, μελέτη θείων Γραφῶν καὶ ἕτερα πρὸς εὐαρέστησιν Θεοῦ, ὥστε συντρέχειν πάντας καὶ φωτίζεσθαι ἐξ αὐτοῦ καὶ γίνεσθαι διατύπωσις πολλῶν εἰς Θεὸν ἐπιστροφήν καὶ κατανόησιν τῶν ἀγαθῶν. Ἰδὼν οὖν ὅτι ἐνοχλεῖται ὑπὸ πολλῶν οἱ οὐκ ἐῶσιν αὐτὸν ἐν ταῖς προσευχαῖς ἀνένδοτον μένειν ἀπῆλθεν ἐν τῷ ὄρει τῷ ἐπιλεγομένῳ Μαλαιῷ καὶ συναθροίσας πλῆθος μοναστῶν κατῴκησεν ἐκεῖσε καὶ ἐγένετο σκεῦος ἐκλογῆς Θεοῦ καὶ φωτίσας πάντας ἔν τε ἀσκήσει καὶ προσευχῇ δέδωκεν ἑνὶ ἑκάστῳ ὅρον καὶ κανόνα πῶς ὀφείλουσιν ἐκδουλεύειν τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον· ἐγένετο δὲ καὶ αἰδέσιμος ἔν τε βασιλεῦσι καὶ ἄρχουσι καὶ γραφὰς πρὸς αὐτοὺς πολλάκις ἀπέστελλε· τῶν δὲ γραφῶν τὰς αἰτήσεις παρακληθεὶς ἀντέπεμπεν ἀποκρίσεις ἱλαρὰς τοῦ ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ ἀγαθοπρεπῶς καὶ ἐν ἐλεημοσύναις· προεῖπε δὲ καὶ τὴν κατὰ Θεὸν αὐτοῦ τελευτὴν πρὸ τριῶν ἐτῶν· καὶ οὕτω καλῶς καὶ ὁσίως καὶ θεοφιλῶς πολιτευσάμενος ἐν γῇ, μικρὸν νοσήσας καὶ πάντας τοὺς ἐν τῷ Μαλαιῷ ὄρει συναθροίσας καὶ τὰς πρὸς σωτηρίαν αὐτοῖς καὶ εὐαρέστησιν Θεοῦ καλῶς ἐκδιδάξας πρὸς Κύριον ὅν ἐκ βρέφους ἐπόθησεν μεθίσταται.

 

Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως
ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.
Τῇ δὲ τετάρτῃ ἀπῇρε Γεώργιοςεἰς πόλον εὐρήν.

[Τρία Στιχηρὰ προσόμοια διάφορα τῶν ἐντύπων εὕρηνται εἰς τοὺς Παρισινοὺς Κώδ. 13, 341, 1573, 1574, 1564, τὸν Λαυριωτικὸν Δ 19 καὶ τὸν Βατοπεδινὸν 1104 φ. 127β].

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Μάιος 2025
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save