Φιλάγριος ἐπίσκοπος Κύπρου (Φεβρουαρίου 9)
Οὗτος ἐγένετο μαθητὴς τοῦ ἀποστόλου Πέτρου, χειροτονηθεὶς ἐπίσκοπος Κύπρου· διὰ τῆς διδασκαλίας αὐτοῦ πολλοὺς τῶν ἐθνικῶν ἐπέστρεψεν εἰς Χριστὸν πολλοὺς ὑπομείνας πειρασμοὺς ὑπὲρ τῆς πίστεως· ἐκοιμήθη ἐν εἰρήνῃ. Ἐν Κώδικι τῆς Πετρουπόλεως 231 ἀναγράφεται οὕτως: «Φιλαγρίου ἐπισκόπου Κύπρου τοῦ εἰς Κούριν». Ἴσως ἦν ἐπίσκοπος Κουρέων τῆς Κύπρου. Ἡ μνήμη αὐτοῦ φέρεται μετὰ Μαρκέλλου ἐπισκόπου Σικελίας καὶ Παγκρατίου Ταυρομενίου, μαθητῶν καὶ τούτων γενομένων τοῦ ἀποστόλου Πέτρου, μεθ᾽ ὧν κοινὸν ἔχει τὸ δίστιχον:
Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς αἱμμάτων,
τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.
Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.
Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρία