Κατεβᾶστε καὶ ἐκτυπῶστε τὸ ἔντυπο μὲ τὰ ἀναγνώσματα τῆς Ἀκολουθίας
Ἐπιφανέντος Σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος Σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ Σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Ἰορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ Τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι Αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Στίβει θαλάσσης, κυματούμενον σάλον, ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον, μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, βορῶν λεόντων συντεθλασμένων μύλας, ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων.
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου, ᾧ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, ἰὸν καθάρσει Πνεύματος λελουμένοι, νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ ἤχῳ Πατήρ, ὂν γαστρὸς ἐξηρεύξατο. Ναί, φησιν οὗτος, συμφυὴς γόνος πέλων, φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τε μου ζῶν καὶ βροτὸς προμηθείᾳ.
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται, υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων, Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη· δι‘ ἧς τυχόντες παντελοῦς σωτηρίας, ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ λήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ Φῶς τὸ ἀπρόσιτον.
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν Σου τὴν 'Ανάστασιν.
Τῷ Σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν Σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά Σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων Σου.
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ
προσκυνήσωμεν.
Πῶς Σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι πάντας ἡμᾶς ἀνεκαίνισας.
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ‘ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸνἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι‘ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα Σου Κύριε, δόξα Σοι.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητόν Σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα Σοι.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς Σου Κύριε, ἐσημειώθη ἐφ‘ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς Σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Κυρ | Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ | |
---|---|---|---|---|---|---|---|
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ