Διαβᾶστε τὸ Συναξάριο τῆς ἡμέρας
16η Μαρτίου 2025: Β´ Κυριακὴ Νηστειῶν τοῦ ἐν Ἁγίοις Γρηγορίου τοῦ Παλαμᾶ
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν καὶ τὴν Ἀνάστασιν Αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπʼ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ΄ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ κατανοῶν, ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς Ναὸν τὸν ἅγιόν Σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ Σου ἐλέει. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν· οἷς περ καὶ ἐπεγνώσθη εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ’ ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
Χαῖρε Πατέρων καύχημα, θεολόγων τὸ στόμα, τῆς ἡσυχίας σκήνωμα, τῆς σοφίας ὁ οἶκος, τῶν Διδασκάλων ἀκρότης, πέλαγος τὸ τοῦ λόγου, πράξεως χαῖρε ὄργανον, θεωρίας ἀκρότης, θεραπευτὰ καὶ τῶν νόσων τῶν ἀνθρωπίνων. Πνεύματος, χαῖρε, τέμενος καὶ θανὼν καὶ ζῶν Πάτερ.
Τὴν μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας, καὶ νῦν τῶν μακαρίων συνευφραίνῃ τοῖς δήμοις καὶ γῆν τὴν τῶν πραέων, ὡς πρᾶος, οἰκεῖς Ἱεράρχα Γρηγόριε· χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ, ἣν παρέχεις τοῖς τιμῶσί σε.
Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας, κακοδοξίας, μάκαρ, ἐκτεμὼν τὰς ἀκάνθας, καὶ Πίστεως τὸν σπόρον πληθύνας καλῶς, τῇ ἐπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν, ὡς πρακτικὸς γεωργὸς Θεῷ προσήνεγκας.
Τὴν τοῦ ἀμέμπτου σου βίου, μάκαρ, λαμπρότητα, ἐθαύμασαν Ἀγγέλων καὶ ἀνθρώπων οἱ δῆμοι· καὶ γὰρ τῇ προαιρέσει, στεῤῥὸς ἀθλητής καὶ ἀσκητὴς ἀναδέδειξαι καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ καὶ φίλος γνήσιος.
Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις Φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους Σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν Σοι· Ἀνάστα ὁ Θεός, ἐλέησον ἡμᾶς.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει Αὐτοῦ.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ´ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Δευ | Τρι | Τετ | Πεμ | Παρ | Σαβ | Κυρ |
---|---|---|---|---|---|---|
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ