Διαβᾶστε τὸ Συναξάριο τῆς ἡμέρας
30η Μαρτίου 2025: Δ΄ Κυριακὴ τῶν Νηστειῶν
Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τῇ τριημέρῳ ταφῇ Σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος· δόξα Σοι.
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν Σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων Ἀνάστασις· Πνεῦμα εὐθὲς διʼ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα Σου ἔλεος.
Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων Σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης. Ἀνέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα Σοι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας· χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.
Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα· ὁμόδοξον Πατρὶ καὶ Υἱῶ, λατρευτὸν γάρ.
Ἀνοίξω τὸ στόµα µου, καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τὰ θαύµατα.
Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευµατικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούµ κατανοῶν, ἐκραύγαζε· Δόξα τῇ δυνάµει Σου Κύριε.
Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε σωτηρίαν βραβεύοντα.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος ὅλον ἐσπιλωμένον· ἀλλʼ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ Σου ἐλέει.
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Τὰ πλήθη τῶν πεπραγµένων µοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέµω τὴν φοβερὰν ἡµέραν τῆς κρίσεως· ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας Ζμου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν µε ὁ Θεός, κατὰ τὸ µέγα Σου ἔλεος.
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας καὶ ἀτροφίᾳ τὴν σάρκα μαράνας, ἀνεκαίνισας ψυχῆς τὸν τόνον, Ὅσιε· καὶ δόξαν κατεπλούτησας οὐράνιον, ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, Ἰωάννη.
Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα τὰ θεόπνευστα λόγια, πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν πάντων τὰ βουλεύματα, καταστρεψάμενος.
Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν τὴν Τούτου, Μάκαρ, καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.
Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος τῷ Παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ σθένει δουλωσάμενος τοῦ θείου Πνεύματος.
Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ᾽ ἐν προσευχαῖς καὶ νηστείαις τὰς ἀρετὰς κατορθοῦντες· τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.
Κατέλυσας τῷ Σταυρῷ Σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς Σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ´ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της.
Ὁ Θεός νά σᾶς εὐλογεῖ