Μακάριος ὁ Αἰγύπτιος (Ἰανουαρίου 19)

Ἀναχωρητὴς Αἰγύπτιος ἀσκητικώτατος, διανύσας τὰ ἔτη τῆς ζωῆς αὑτοῦ ἐν κελλίῳ διαιτόμενος καὶ δι᾽ ὑπογείου ἐξαφανιζόμενος ὁσάκις συνηθροίζετο πλῆθος πρὸς αὐτόν. Περὶ τούτου διηγεῖται ὁ Παλλάδιος φοβερὰ καὶ ἐξαίσια κατορθώματα, νίκας κατὰ δαιμόνων καὶ ἀναστάσεις νεκρῶν. Διὰ τὰ ἀσκητικὰ αὑτοῦ παλαίσματα ἐπεκλήθη μέγας καὶ ἡ φήμη αὐτοῦ ἦν διαδεδομένη ἀνὰ τὰ ἀσκητήρια τῆς Αἰγύπτου. Ἔζη ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ Μεγάλου (373) καὶ ἀπέθανεν ἐνενηκοντούτης ἐν εἰρήνῃ. Τὸ εἰς αὐτὸν δίστιχον εἶναι κοινὸν μετὰ τοῦ κατωτέρω Μακαρίου τοῦ Ἀλεξανδρέως, τοῦ τὴν αὐτὴν ἡμέραν ἑορταζομένου. 

Περισσότερα...

Κύριλλος ἀρχιεπίσκοπος Ἀλεξανδρείας (Ἰουνίου 9 καὶ Ἰανουαρίου 18)

Κατήγετο ἐξ Ἀλεξανδρείας, ἐν ἧ καὶ ἐγεννήθη περὶ τὸ 370. Ἐν ἀρχῇ μετέβη εἰς τὴν ἔρημον πρὸς ἄσκησιν καὶ εἶτα ἐπέστρεψεν εἰς Ἀλεξάνδρειαν, ὅτε τὸν πατριαρχικὸν θρόνον τῆς Ἀλεξανδρείας κατεῖχεν ὁ θεῖος αὐτοῦ Θεόφιλος, ὁ γνωστὸς ἐπαθὴς ἀντίπαλος Ἰωάννου τοῦ Χρυσοστόμου· παρ' αὐτοῦ ἐχειροτονήθη διάκονος καὶ πρεσβύτερος καὶ ἠκολούθησεν ἀυτὸν εἰς τὴν παρὰ Δρῦν τῆς Χαλκηδόνος συγκροτηθεῖσαν κατὰ τοῦ ἱεροῦ Χρυσοστόμου σύνοδον (403). Μετὰ τὸν θάνατον τοῦ θείου αὐτοῦ κατέλαβε τὸν θρόνον τῆς Ἀλεξανδρείας ἐν ᾧ κυρίως ἀνεδείχθη διὰ τοὺς ἀγῶνας αὐτοῦ κατὰ τοῦ Νεστορίου, ὃν διὰ τῆς ἐν Ἐφέσῳ Γ΄ Οἰκουμενικῆς συνόδου (431) κατεδίκασε καὶ κατετρόπωσεν. Ἐπατριάρχευσεν περὶ τὰ 32 ἔτη καὶ ἀπέθανε τῇ 27ῃ Ἰουνίου 444. Ἡ ἐκκλησία δὶς ἑορτάζει τὴν μνήμην αὐτοῦ, τὴν 9ην Ἰουνίου καὶ τὴν 18ην Ἰανουαρίου μετὰ τοῦ μεγάλου Ἀθανασίου· καὶ κατὰ μὲν τὴν 9ην Ἰουνίου φέρεται τὸ δίστιχον:

Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον
καὶ Κυρίας πρόπαχον ἀειπαρθένου.

[Κατὰ τὸν Β οἱ στίχοι· κατὰ δὲ τὸν Ν καὶ Ι 78 Λαύρας οὕτως:
Θανὼν Κύριλλος τῆς Ἀλεξάνδρου πάπας
πρὸς Κύριον μετῆλθε πάντων Κυρίων].

Κατὰ δὲ τὴν 18ην Ἰανουαρίου τόδε:

Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει
ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις. 

 

[Εἰς τὸν Κώδικα 227 Πετρουπόλεως κατὰ τὴν 9ην Ἰουνίου σημειοῦται «μνήμη τῆς ἀνακομιδῆς τοῦ ἁγίου Κυρίλλου». Περὶ τῆς διπλῆς ἑορτῆς ἴδ. Ν. Λειμωνάριον Β΄ σ. 57 (ἔκδ. Β΄)

 

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας

Ἀθανάσιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας (Ἰανουαρίου 17, Μαΐου 2)

Ὁ μέγας οὗτος τῆς Ἐκκλησίας πατὴρ ἐγεννήθη ἐν Ἀλεξανδρείᾳ περὶ τὰ τέλη τοῦ γ΄ αἰῶνος, ἔνθα καὶ ἐξεπαιδεύθη ἔν τε τῇ ἔξω φιλοσοφίᾳ καὶ τῇ κατὰ Χριστόν. Ἀναγνώστης ἐν ἀρχῇ τῆς Ἀλεξανδρινῆς Ἐκκλησίας καὶ εἶτα διάκονος, κατέστη ἐνωρίτατα γνωστὸς ἐν τῇ Ἐκκλησίᾳ, ὅτε συνώδευσε τὸν πατριάρχην Ἀλεξανδρείας Ἀλέξανδρον εἰς τὴν Α΄ ἐν Νικαίᾳ κατὰ τοῦ Ἀρείου Οἰκουμενικὴν Σύνοδον, ἀναδειχθεὶς εἰς τὸν μετὰ τοῦ Ἁρείου ἀγῶνα ὡς στῦλος τῆς ὀρθοδόξου πίστεως καὶ εἷς τῶν πνευματοφόρων νεαρῶν πατέρων·  διὸ καὶ μετὰ τὸν θάνατον τοῦ Ἀλεξάνδρου (328) ψήφῳ τοῦ λαοῦ καὶ τοῦ κλήρου ἐγένετο τούτου διάδοχος. Ἐντεῦθεν ἤρξαντο οἱ μεγάλοι αὐτοῦ ἀγῶνες κατὰ τῶν Ἁρειανῶν· καταδιωκόμενος καὶ ἐξοριζόμενος ὑπὸ τοῦ ἀρειανοῦ αὐτοκράτορος Κωνσταντίου, παρέμεινεν ἄκαμπτος μέχρι τελείας ὑπερισχύσεως· πολλὰ ἔτη τῆς πατριαρχείας αὑτοῦ ἔμεινε μακρὰν τοῦ ποιμνίου αὑτοῦ, φεύγων καὶ διωκόμενος, μέχρις οὗ ἐπὶ Οὐάλεντος (366) ἀνεκλήθη ὁριστικῶς ἐκ τῆς ἐξορίας καὶ ἔζησεν ἐν ἡσυχίᾳ μέχρι τοῦ 373, ὅτε καὶ ἀπέθανε τῇ 2ᾳ Μαΐου ἐν ἡλικίᾳ 75 ἐτῶν. Ἡ Ἐκκλησία δὶς ἑορτάζει τὴν μνήμην τοῦ ἁγίου Ἀθανασίου, τὴν 2αν Μαΐου, ἡμέραν τοῦ θανάτου αὐτοῦ καὶ τὴν 18ην Ἰανουαρίου, ὁμοῦ μετὰ τοῦ Κυρίλλου Ἀλεξανδρείας. Καὶ κατὰ μὲν τὴν 18ην Ἰανουαρίου φέρεται τόδε τὸ δίστιχον:

Περισσότερα...

Γεώργιος νεομάρτυς ὁ μαρτυρήσας τῷ 1838 (Ἰανουαρίου 17)

Κατήγετο ἐκ τοῦ χωρίου τῆς ἐπαρχίας Γρεβενῶν Τσοῦρφλι· ὑπηρέτει ὡς ἱπποκόμος ἐν Ἰωαννίνοις παρὰ πλουσίῳ Τούρῳ, μισούμενος ὑπὸ Ὀθωμανοῦ, ὅστις διέβαλεν αὐτὸν ὅτι ἐξύβρισε τὴν θρησκείαν τοῦ Μωάμεθ· διὰ τοῦτο συνελήφθη καὶ ἐβιάζετο ὑπὸ τῶν Τούρκων εἰς ἀπάρνησιν τῆς θρησκείαν αὑτοῦ· ἀλλὰ μὴ πειθόμενος καὶ τὸν Χριστὸν ὁμολογῶν, κατεδικάσθη εἰς τὸν δι' ἀγχόνης θάνατον· τὸ δὲ λείψανον αὑτοῦ παραλαβόντες οἱ χριστιανοὶ ἔθαψαν εἰς τὸν περίβολον τοῦ ναοῦ τῆς μητροπόλεως, ὄπισθεν τοῦ ἁγίου βήματος.

[Ἀκολουθία αὑτοῦ ἐξεδόθη πολλάκις (ἴδ. L. Petit, Bibliographie des Acolouthies grecuqes, σ. 90-91)· ἐν τῇ Ἀκολουθίᾳ λέγεται Γεώργιος ὁ ἐξ Ἰωαννίνων]

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας

Ἀντώνιος ὁ μέγας (Ἰανουαρίου 17)

Ὁ περιώνυμος ἀσκητὴς τῆς ἐρήμου, ὁ διαβεβοημένος πολίτης τῆς ἐρήμου καὶ ἐν σώματι ἄγγελος, ὁ ἐκκενώσας τὰς πόλεις καὶ πολίσας τὴν ἔρημον, ἦν Αἰγύπτιος ἀκμάζων εἰς τοὺς χρόνους τοῦ Διοκλητιανοῦ (284-305) καὶ Μαξιμιανοῦ καὶ ἐπιζήσας μέχρι τοῦ 356. Ἐκ πατέρων καὶ προγόνων χριστιανός, ἐπέδωκεν ἑαυτὸν εἰς ἄσκησιν ὑπερβαλὼν κατὰ τὴν ἀσκητικὴν ἀγωγὴν πάντας, τύπος καὶ κανὼν τοῖς ἀσκουμένοις γενόμενος. Τὰ κατ' αὐτὸν κατέστησε δῆλα ὁ μέγας Ἀθανάσιος συγγράψας τὸν βίον αὑτοῦ καὶ ἀποστέιλας πρὸς τοὺς ἐν τῇ ξένῃ μοναχούς (ἴδ. τοῦτον παρὰ Migne Patr. gr., τ. 26, σ. 835-976). Ἔζησεν ὑπὲρ τὰ ἑκατὸν ἔτη ἐν αὐστηροτάτῃ ἀσκήσει καὶ ἐκοιμήθη ἐν εἰρήνῃ τῷ 356. Τελεῖται δὲ ἡ σύναξις αὐτοῦ ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ. 

Περισσότερα...

Πέτρου ἀποστόλου προσκύνησις τιμίας ἁλύσεως (Ἰανουαρίου16)

Κατὰ τὴν ἡμέραν ταύτην τὴν προσκύνησιν τελοῦμεν τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου, ἣν ἐκ τῶν χειρῶν αὐτοῦ διέσπασεν ὁ ἄγγελος ἐν τῇ φυλακῇ, ὡς ὁ Λουκᾶς ἡμῖν παρέδωκε (Πράξ. κεφ. ιβ΄). Ταύτην χριστιανοί τινες ἐκ διαδοχῆς κατέχοντες διεφύλαξαν, μέχρι οὗ ὕστερον παρὰ τῶν εὐσεβῶν βασιλέων μετεκομίσθη εἰς βασιλεύουσαν καὶ κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου Πέτρου, ἔνδον τῆς μεγάλης ἐκκλησίας, ὅπου ἐτελεῖτο καὶ ἡ σύναξις· πότε καὶ ὑπό τινος εὐσεβοῦς βασιλέως ἐγένετο ἡ μεταφορὰ εἰς Κωνσταντινούπολιν, ἄγνωστον.

Σὴν προσκυνοῦντα, Πέτρε, σειρὰν τιμίαν
σειρᾶς μικρᾶς λῦσόν με τῶν ἐγκλημάτων

Σειρὴν προσκυνέω * Πέτρου δεκάτῃ ἐνὶ ἕκτῃ.

[Σειρὰν προσκυνῶ Α. ]

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας

Ἁγιολόγιο


Καμία ἑορτὴ ἡ ἀκολουθία δὲν καταχωρήθηκε γιὰ σήμερα!
Μάιος 2025
Δευ Τρι Τετ Πεμ Παρ Σαβ Κυρ

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save