Βλάσιος ἱερομάρτυς, ἐπίσκοπος Σεβαστείας (Φεβρουαρίου 11)
Οὗτος ἦν ἐπίσκοπος Σεβαστείας κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λικινίου (307-323) οἰκῶν ἐντὸς σπηλαίου ἐν τῷ ὄρει (ἴσως διὰ τὸν φόβον τῶν διωγμων)· συλληφθεὶς δὲ ἀπὸ τοῦ ἡγεμόνος Ἀγρικολάου καὶ κηρύξας τὸν Χριστὸν ὡς τὸν μόνον ἀληθινὸν Θεὸν τύπτεται, κρεμᾶται καὶ ξέεται καὶ ἐγκλείεται εἰς φυλακήν· εἰς τὴν φυλακὴν ἠκολούθησαν αὐτῷ καὶ ἑπτὰ πισταὶ γυναῖκες, αἵτινες καὶ ἀπεκεφαλίσθησαν διὰ τὴν ὁμολογίαν· εἶτα ἐρρίφθη εἰς τὴν ἐκεῖ λίμνην ὁ ἅγιος, ἀλλ’ ἀβλαβὴς ἐξελθὼν ἀπετμήθη τὴν κεφαλὴν μετὰ δύο βρεφῶν, τὰ ὁποῖα εὗρεν εἰς τὴν φυλακὴν καὶ ἐκατήχησε. Τελεῖται δὲ ἡ σύναξης αὐτοῦ ἐν τῷ μαρτυρίῳ αὐτοῦ τῷ ὄντι πλησίον τοῦ ἀποστόλου Φιλίπου, ἐν τοῖς Μιλτιάδου.