Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν
Μητροπολίτου Αὐστρίας καὶ Ἐξάρχου Οὑγγαρίας Ἀρσενίου
« ... Σκιρτῆσαι θέλω κἀγώ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω· χορεύω δέ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ’ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπίς, αὐτά μοι ζωή, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλός, αὐτά μοι κιθάρα. Διὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ’ ἀγγέλων εἴπω· Δόξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία».[1]
